<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν παρελθόντες οὖν εἴσω, τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν ὥραν, ἀλειφομένων ἢ <milestone unit="tlnum" n="15"/> θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ Δημήτριος διαμειδιάσας <milestone unit="stephpage" xml:id="stephpage-412e" n="412e"/> <q><q>ψεύσομαι</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψεύσομαι</foreign>] Hom. <foreign xml:lang="grc">δ</foreign> 140</note> εἶπεν <q>ἢ ἔτυμον ἐρέω;</q> δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους καὶ διακεχυμένους τοῖς προσώποις.</q> ὑπολαβὼν οὖν ὁ Μεγαρεὺς <milestone unit="tlnum" n="20"/>Ἡρακλέων <q>οὐ γὰρ ζητοῦμεν</q> ἔφη <q>τὸ βάλλω ῥῆμα πότερον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πότερον</foreign> *: <foreign xml:lang="grc">πότερον τῶν δύο τὸ ἓν</foreign> </note> λάμβδα κατὰ τὸν μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδʼ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ βέλτιστον <milestone unit="stephpage" xml:id="stephpage-412f" n="412f"/> ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα συντείνει <milestone unit="tlnum" n="25"/> καὶ συνίστησι τὸ πρόσωπον· τὰ δʼ ἄλλʼ ἔξεστι τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν, ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας <pb xml:id="v.3.p.77"/> τοῖς παροῦσιν</q> <q>δέξασθʼ οὖν</q> ὁ Δημήτριος <q>ἡμᾶς</q> ἔφη <q>καὶ μεθʼ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς <milestone unit="tlnum" n="5"/> ἐπιχειροῦντες.</q> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν <milestone unit="stephpage" xml:id="stephpage-413a" n="413a"/> εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ· κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν <milestone unit="tlnum" n="10"/> <q>ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἣκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης; μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 199</note> Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια <milestone unit="tlnum" n="15"/> θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τότʼ</foreign>] <foreign xml:lang="grc">τόδε</foreign> Madvigius</note> ἀπείρηκεν οὐδʼ Ἡρακλῆς <milestone unit="stephpage" xml:id="stephpage-413b" n="413b"/> αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ <milestone unit="tlnum" n="20"/> θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς <milestone unit="tlnum" n="25"/> θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄρ’ ἃ</foreign> *: <foreign xml:lang="grc">ἄρα</foreign> </note> καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ <pb xml:id="v.3.p.78"/> καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν.</q> ἔτι δʼ αὐτοῦ <milestone unit="stephpage" xml:id="stephpage-413c" n="413c"/> βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν <q>παῦʼ</q> ἔφην <q>ὦ φίλε Πλανητιάδη, παροξύνων <milestone unit="tlnum" n="5"/> τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος <quote rend="blockquote"> κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν </quote> ὥς φησιν ὁ Πίνδαρος.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 433</note> καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος; ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, <milestone unit="tlnum" n="10"/> οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ <milestone unit="stephpage" xml:id="stephpage-413d" n="413d"/> μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· <milestone unit="tlnum" n="15"/> ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν <milestone unit="tlnum" n="20"/> τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον</q> ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην. <milestone unit="tlnum" n="25"/></p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἡσυχίας δὲ γενομένης ἐπʼ ὀλίγον, ὁ Ἀμμώνιος <milestone unit="stephpage" xml:id="stephpage-413e" n="413e"/> ἐμὲ προσαγορεύσας <q>ὅρα τί ποιοῦμεν</q> εἶπεν <q>ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ <pb xml:id="v.3.p.79"/> καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδʼ εἶναι διὰ τὸν θεὸν ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ <milestone unit="tlnum" n="5"/> κρείττων δύναμις, ὥστʼ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον <milestone unit="stephpage" xml:id="stephpage-413f" n="413f"/> καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν <milestone unit="tlnum" n="10"/> αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθʼ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. τοῦ δὲ μετρίου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετρίου</foreign> Emperius: <foreign xml:lang="grc">μεγίστου</foreign> </note> καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δʼ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">τοῖς θείοις πρέποντος ἔργοις</foreign> (<foreign xml:lang="grc">ἔργοις</foreign> dat. cod. F)</note> εἰ ταύτην ἀρχὴν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταύτην ἀρχὴν</foreign> *: <foreign xml:lang="grc">ταύτην</foreign> </note> <milestone unit="tlnum" n="15"/> λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος <milestone unit="stephpage" xml:id="stephpage-414a" n="414a"/> ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία <milestone unit="tlnum" n="20"/> πόλις ἐξέπεμψεν εἰς Πλαταιέας ʽ οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν̓, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παράσχοιμι</foreign>] <foreign xml:lang="grc">μαρτυρίαν παράσχοιμι</foreign>W. <foreign xml:lang="grc">μετάσχοιμι</foreign>?</note> τῆς εὑρησιλογίας. τίνος γὰρ ἦν ἀγαθόν, εἱ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign> W</note> ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ <milestone unit="tlnum" n="25"/> τὸ Πτῷον ὅπου μεθʼ ἡμέρας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεθ’ ἡμέρας</foreign> Turnebus: <foreign xml:lang="grc">μέρος ἡμέρας</foreign> </note> ἐντυχεῖν ἔστιν <pb xml:id="v.3.p.80"/> ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὴ τοὐνταῦθα</foreign> Hauptius: <foreign xml:lang="grc">δήπου ἐνταῦθα</foreign> </note> πρεσβύτατον <milestone unit="stephpage" xml:id="stephpage-414b" n="414b"/> ὂν <q>χρόνῳ τε δόξῃ τε</q> κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς <milestone unit="tlnum" n="5"/> τὴν ἀργίαν ἀλλʼ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θʼ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθημέναις</foreign> X</note> <milestone unit="tlnum" n="10"/> καὶ τρίτη δʼ ἔφεδρος ἦν ἀποδεδειγμένη. νῦν δʼ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὕτη</foreign> Stegmannus</note> τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον οὐδὲ <milestone unit="stephpage" xml:id="stephpage-414c" n="414c"/> τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας <milestone unit="tlnum" n="15"/> ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δʼ ὄψεσθε μεθʼ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας· οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας <milestone unit="tlnum" n="20"/> ἡ μαντικὴ, νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.</q> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-414d" n="414d"/> ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας <q>ἤδη σὺ τοῦτο δέδωκας</q> ἔφη <q>τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;ʼ</q> <q>οὐκ ἔγωγʼ</q> εἶπον· <pb xml:id="v.3.p.81"/> <q>ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">στέρησιν - στέρησις</foreign>] <foreign xml:lang="grc">ἑτεροίωσν - ἑτεροίωσις</foreign>?</note> <milestone unit="tlnum" n="5"/> οὖσα ἀναφεύγει<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναφεύγει</foreign>] <foreign xml:lang="grc">ἀνυφαίνει</foreign> X</note> πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις <milestone unit="stephpage" xml:id="stephpage-414e" n="414e"/> ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν <milestone unit="tlnum" n="10"/> θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] Nauck. p. 311</note> τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεῖν</foreign> *: <foreign xml:lang="grc">δεινοὺς ὀφείλειν</foreign>. Interpolationem pepererit <foreign xml:lang="grc">δεῖν</foreign> pro <foreign xml:lang="grc">δεινοὺς</foreign> acceptum</note> ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς; ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοὺς</foreign>] <foreign xml:lang="grc">εἰς τοὺς</foreign> R</note> ἐγγαστριμύθους, <milestone unit="tlnum" n="15"/>Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας; προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς <milestone unit="stephpage" xml:id="stephpage-414f" n="414f"/> χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς</foreign> Turnebus: <foreign xml:lang="grc">καταμιγνὺς</foreign> praemissa lac. 90 litt. in V<hi rend="superscript">2</hi>, 48 in E</note> ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ <milestone unit="tlnum" n="20"/> τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆσ.</q> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">καὶ ὁ Κλεόμβροτος <q>ὀρθῶς λέγεις ἀλλʼ ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς; ἁπλῶς θεὸν οἱ δʼ ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες <pb xml:id="v.3.p.82"/> ἀστοχοῦσι τοῦ μετρίου καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν ἀπήλλαξε <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-415a" n="415a"/> καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θέντες<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θέντες</foreign> *</note> θεῶν καὶ ἀνθρώπων καὶ τρόπου τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων <milestone unit="tlnum" n="10"/> τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπʼ Ὀρφέως εἴτʼ Αἰγύπτιος ἢ Φρύγιος, ὡς <milestone unit="stephpage" xml:id="stephpage-415b" n="415b"/> τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλὰ</foreign> Eusebius: <foreign xml:lang="grc">πρὸς τὰ</foreign> </note> θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δʼ Ὅμηρος μὲν <milestone unit="tlnum" n="15"/> ἔτι φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθʼ ἥρωας, τὸ δʼ ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ <milestone unit="tlnum" n="20"/> ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶθ’ ἥρωας - - γένους εἰς δαίμονας</foreign> Eusebius; vid. Praeat. p. XXVI</note> πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς ὥσπερ γὰρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign>*</note> ἐκ γῆς ὕδωρ ἐκ δʼ ὕδατος ἀὴρ ἐκ δʼ ἀέρος <milestone unit="tlnum" n="25"/> πῦρ γεννώμενον ὁρᾶται, τῆς οὐσίας ἄνω φερομένης· οὕτως; ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δʼ ἡρώων <pb xml:id="v.3.p.83"/> εἰς δαίμονας αἱ βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν. <milestone unit="stephpage" xml:id="stephpage-415c" n="415c"/> ἐκ δὲ δαιμόνων ὀλίγαι μὲν ἐν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> R: <foreign xml:lang="grc">ἔτι</foreign> </note> χρόνῳ πολλῷ διʼ ἀρετῆς καθαρθεῖσαι παντάπασι θειότητος μετέσχον· ἐνίαις δὲ συμβαίνει μὴ κρατεῖν ἑαυτῶν, <milestone unit="tlnum" n="5"/> ἀλλʼ ὑφιεμέναις καὶ ἐνδυομέναις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδυομέναις</foreign> Turnebus: <foreign xml:lang="grc">ἀναλυομέναις</foreign> </note> πάλιν σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν ἴσχειν.</q></p></div></div></body></text></TEI>