ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν παρελθόντες οὖν εἴσω, τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν ὥραν, ἀλειφομένων ἢ θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ Δημήτριος διαμειδιάσας ψεύσομαι ψεύσομαι ] Hom. δ 140 εἶπεν ἢ ἔτυμον ἐρέω; δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους καὶ διακεχυμένους τοῖς προσώποις. ὑπολαβὼν οὖν ὁ Μεγαρεὺς Ἡρακλέων οὐ γὰρ ζητοῦμεν ἔφη τὸ βάλλω ῥῆμα πότερον πότερον *: πότερον τῶν δύο τὸ ἓν λάμβδα κατὰ τὸν μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδʼ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ βέλτιστον ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα συντείνει καὶ συνίστησι τὸ πρόσωπον· τὰ δʼ ἄλλʼ ἔξεστι τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν, ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας τοῖς παροῦσιν δέξασθʼ οὖν ὁ Δημήτριος ἡμᾶς ἔφη καὶ μεθʼ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες. ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ· κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἣκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης; μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος, Ἡσίοδος ] OD 199 Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ τότʼ ] τόδε Madvigius ἀπείρηκεν οὐδʼ Ἡρακλῆς αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ ἄρʼ ἃ *: ἄρα καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν. ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν παῦʼ ἔφην ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν ὥς φησιν ὁ Πίνδαρος. Πίνδαρος ] Bergk. 1 p. 433 καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος; ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην. ἡσυχίας δὲ γενομένης ἐπʼ ὀλίγον, ὁ Ἀμμώνιος ἐμὲ προσαγορεύσας ὅρα τί ποιοῦμεν εἶπεν ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδʼ εἶναι διὰ τὸν θεὸν ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ κρείττων δύναμις, ὥστʼ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθʼ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. τοῦ δὲ μετρίου μετρίου Emperius: μεγίστου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δʼ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου, malim τοῖς θείοις πρέποντος ἔργοις ( ἔργοις dat. cod. F) εἰ ταύτην ἀρχὴν ταύτην ἀρχὴν *: ταύτην λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν εἰς Πλαταιέας ʽ οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν̓, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι παράσχοιμι ] μαρτυρίαν παράσχοιμι W. μετάσχοιμι ? τῆς εὑρησιλογίας. τίνος γὰρ ἦν ἀγαθόν, εἱ εἰ W ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ τὸ Πτῷον ὅπου μεθʼ ἡμέρας μεθʼ ἡμέρας Turnebus: μέρος ἡμέρας ἐντυχεῖν ἔστιν ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα δὴ τοὐνταῦθα Hauptius: δήπου ἐνταῦθα πρεσβύτατον ὂν χρόνῳ τε δόξῃ τε κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν ἀργίαν ἀλλʼ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θʼ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις, καθημέναις X καὶ τρίτη δʼ ἔφεδρος ἦν ἀποδεδειγμένη. νῦν δʼ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη αὕτη Stegmannus τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον οὐδὲ τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δʼ ὄψεσθε μεθʼ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας· οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντικὴ, νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν. εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ἤδη σὺ τοῦτο δέδωκας ἔφη τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;ʼ οὐκ ἔγωγʼ εἶπον· ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις στέρησιν - στέρησις ] ἑτεροίωσν - ἑτεροίωσις ? οὖσα ἀναφεύγει ἀναφεύγει ] ἀνυφαίνει X πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα. Σοφοκλέα ] Nauck. p. 311 τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν δεῖν *: δεινοὺς ὀφείλειν . Interpolationem pepererit δεῖν pro δεινοὺς acceptum ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς; ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς τοὺς ] εἰς τοὺς R ἐγγαστριμύθους, Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας; προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς Turnebus: καταμιγνὺς praemissa lac. 90 litt. in V 2 , 48 in E ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆσ. καὶ ὁ Κλεόμβροτος ὀρθῶς λέγεις ἀλλʼ ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς; ἁπλῶς θεὸν οἱ δʼ ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες ἀστοχοῦσι τοῦ μετρίου καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θέντες θέντες * θεῶν καὶ ἀνθρώπων καὶ τρόπου τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπʼ Ὀρφέως εἴτʼ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ πολλὰ Eusebius: πρὸς τὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δʼ Ὅμηρος μὲν ἔτι φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθʼ ἥρωας, τὸ δʼ ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας εἶθʼ ἥρωας - - γένους εἰς δαίμονας Eusebius; vid. Praeat. p. XXVI πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς ὥσπερ γὰρ γὰρ * ἐκ γῆς ὕδωρ ἐκ δʼ ὕδατος ἀὴρ ἐκ δʼ ἀέρος πῦρ γεννώμενον ὁρᾶται, τῆς οὐσίας ἄνω φερομένης· οὕτως; ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δʼ ἡρώων εἰς δαίμονας αἱ βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν. ἐκ δὲ δαιμόνων ὀλίγαι μὲν ἐν ἐν R: ἔτι χρόνῳ πολλῷ διʼ ἀρετῆς καθαρθεῖσαι παντάπασι θειότητος μετέσχον· ἐνίαις δὲ συμβαίνει μὴ κρατεῖν ἑαυτῶν, ἀλλʼ ὑφιεμέναις καὶ ἐνδυομέναις ἐνδυομέναις Turnebus: ἀναλυομέναις πάλιν σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν ἴσχειν.