<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="51"><p rend="indent"><q>ὅταν οὖν ἁρμοστῶς ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ φαρμάκου κρᾶσιν ἡ φανταστικὴ καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν ἀνάγκη <pb xml:id="v.3.p.141"/> γίγνεσθαι τὸν ἐνθουσιασμὸν ὅταν δὲ μὴ οὕτως, μὴ γίγνεσθαι, ἢ γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον καὶ ταρακτικόν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταρακτικόν</foreign> Turnebus: <foreign xml:lang="grc">πρακτικόν</foreign> </note> ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης Πυθίας.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πυθίας</foreign> *: <foreign xml:lang="grc">πυθιάδος</foreign> </note> θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων, <milestone unit="tlnum" n="5"/> λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον <milestone unit="stephpage" xml:id="stephpage-438b" n="438b"/> ὑπομεῖναι καὶ ἀπαθὲς τὸ ἱερεῖον· ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν ἱερέων καὶ προσλιπαρούντων, μόλις ὕπομβρον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὕπομβρον</foreign>] <foreign xml:lang="grc">ὑπότρομον</foreign> R. Nihil opus</note> γενόμενον καὶ κατακλυσθὲν ἐνδοῦναι.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδοῦναι</foreign> Turnebus: <foreign xml:lang="grc">ἐνδον ἧν</foreign> </note> τί οὖν συνέβη περὶ τὴν Πυθίαν; κατέβη μὲν εἰς τὸ <milestone unit="tlnum" n="10"/> μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος, εὐθὺς δὲ περὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ περὶ</foreign> idem: <foreign xml:lang="grc">δ’ ἐπὶ</foreign> </note> τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης, ἀλάλου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλάλου</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ἀλαοῦ</foreign> R</note> καὶ κακοῦ πνεύματος οὖσα πλήρης· τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ <milestone unit="tlnum" n="15"/> κραυγῆς φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν <milestone unit="stephpage" xml:id="stephpage-438c" n="438c"/> εἰσελθόντες ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. <milestone unit="tlnum" n="20"/> τούτων ἕνεκα καὶ συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον ἀλλοδαπαῖς ὁμιλίαις καὶ ἄθικτον φυλάττουσι τῆς Πυθίας, καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα κρᾶσιν καὶ <milestone unit="tlnum" n="25"/> διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν, οὔτε <pb xml:id="v.3.p.142"/> γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως ἡ τοῦ πνεύματος δύναμις, ἀλλʼ ὑπέκκαυμα παρέχει <milestone unit="stephpage" xml:id="stephpage-438d" n="438d"/> καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς; τὸ παθεῖν καὶ μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν <milestone unit="tlnum" n="5"/> ὄντως καὶ δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδʼ ἄφθαρτος οὐδʼ ἀγήρως καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφʼ οὗ πάντα κάμνει τὰ μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δʼ οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλʼ ἀπαυδῶντα <milestone unit="tlnum" n="10"/> πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὀξέσι</foreign>] <foreign xml:lang="grc">ὀξείαις</foreign> R. <foreign xml:lang="grc">ἐξαισίοις</foreign>?</note> χρῆσθαι μεταβολαῖς καὶ παλιγγενεσίαις.</q></p></div><div type="textpart" subtype="section" n="52"><p rend="indent"><q>ταῦτʼ</q> ἔφην ἐγώ <q>πολλάκις ἀνασκέπτεσθαι καὶ ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν, ὡς ἔχοντα πολλὰς ἀντιλήψεις καὶ ὑπονοίας πρὸς τοὐναντίον, ἃς ὁ καιρὸς <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-438e" n="438e"/> οὐ παρέχει πάσας ἐπεξελθεῖν ὥστε καὶ ταῦθʼ ὑπερκείσθω καὶ ἃ Φίλιππος διαπορεῖ περὶ ἡλίου καὶ Ἀπόλλωνος.</q> </p></div></div></body></text></TEI>