<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="49"><p rend="indent"><q>οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅσιοι</foreign> Turnebus: <foreign xml:lang="grc">ὅσοι</foreign> </note> θύειν φασὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φασι</foreign>] <foreign xml:lang="grc">εἰώθασι</foreign> R</note> τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦτο σημεῖον</foreign> Emperius: <foreign xml:lang="grc">τοῦθ’ ἡμῖν</foreign> </note> <milestone unit="tlnum" n="20"/> ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-437b" n="437b"/> τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήνυτρα</foreign> Turnebus: <foreign xml:lang="grc">μέτρα</foreign> </note> μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα <milestone unit="tlnum" n="25"/> τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα <pb xml:id="v.3.p.139"/> διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ <milestone unit="tlnum" n="5"/> θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς <milestone unit="stephpage" xml:id="stephpage-437c" n="437c"/> ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὃ</foreign> Turnebus: <foreign xml:lang="grc">ᾧ</foreign> </note> πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.</q><milestone unit="tlnum" n="10"/></p></div><div type="textpart" subtype="section" n="50"><p rend="indent"><q>οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχω</foreign>] <foreign xml:lang="grc">ἔχει</foreign> codd. mei</note> καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς <milestone unit="tlnum" n="15"/> χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πνεύματος κἑ</foreign>] ordo verborum est: <foreign xml:lang="grc">πνεύματος προσβάλλοντος ἀποφοράς, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτ. τῶν μύρων</foreign> (intell. <foreign xml:lang="grc">προσβάλλοι</foreign>)</note> οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς <milestone unit="stephpage" xml:id="stephpage-437d" n="437d"/> τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ <milestone unit="tlnum" n="20"/> θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον <milestone unit="tlnum" n="25"/> ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἰσθομένης</foreign>] sc. <foreign xml:lang="grc">τῆς Πυθίας</foreign></note> πλείονες δʼ ἄδηλοι τό τε σῶμα <pb xml:id="v.3.p.140"/> καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-437e" n="437e"/> καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. <milestone unit="tlnum" n="10"/> μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων <milestone unit="stephpage" xml:id="stephpage-437f" n="437f"/> ὂψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη <milestone unit="tlnum" n="15"/> καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δαυλίας</foreign> Emperius: <foreign xml:lang="grc">δαυλείας</foreign> </note> τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις <milestone unit="tlnum" n="20"/> τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ᾑ</foreign> idem: <foreign xml:lang="grc">εἰ</foreign> </note> τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον <milestone unit="stephpage" xml:id="stephpage-438a" n="438a"/> αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.</q><milestone unit="tlnum" n="25"/></p></div></div></body></text></TEI>