οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι ὅσιοι Turnebus: ὅσοι θύειν φασὶ φασι ] εἰώθασι R τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον τοῦτο σημεῖον Emperius: τοῦθ’ ἡμῖν ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μήνυτρα Turnebus: μέτρα μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ ὃ Turnebus: ᾧ πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν. οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω ἔχω ] ἔχει codd. mei καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος, πνεύματος κἑ ] ordo verborum est: πνεύματος προσβάλλοντος ἀποφοράς, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτ. τῶν μύρων (intell. προσβάλλοι ) οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης αἰσθομένης ] sc. τῆς Πυθίας πλείονες δʼ ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων ὂψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας Δαυλίας Emperius: δαυλείας τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ ᾑ idem: εἰ τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.