<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="47"><p rend="indent">κἀγὼ πρὸς αὐτὸν <q>ἐμὲ δʼ</q> εἶπον <q>οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ <milestone unit="tlnum" n="10"/> ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν <milestone unit="stephpage" xml:id="stephpage-435f" n="435f"/> τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁσίως</foreign> Herwerdenus: <foreign xml:lang="grc">θείως</foreign> </note> περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Phaedon. 97 d sqq.</note> παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνὴρ</foreign> Emperius: <foreign xml:lang="grc">ἀνὴρ</foreign> </note> Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, <milestone unit="tlnum" n="15"/> ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-436a" n="436a"/> ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης <milestone unit="tlnum" n="25"/> συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ <pb xml:id="v.3.p.136"/> περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡρόδοτος</foreign>] 1, 25</note> ὑποκρητηρίδιον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑποκρητηρίδιον</foreign> Turnebus: <foreign xml:lang="grc">ὑποκριτηρίδιον</foreign> </note> ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔσχε τὰς</foreign> Madvigius: <foreign xml:lang="grc">ἔχοντας</foreign> </note> ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διʼ</foreign> R</note> ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-436b" n="436b"/> ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος </l><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 502</note><l> υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν </l></quote> ὡς</q> ὁρᾶται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς ὁρᾶται</foreign>] <foreign xml:lang="grc">ὡς ἀρετῇ</foreign> (i.e. <foreign xml:lang="grc">δι’ οἰκείαν ἀρετήν</foreign>)?</note> γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος <milestone unit="tlnum" n="15"/> ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ <milestone unit="stephpage" xml:id="stephpage-436c" n="436c"/> διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τεχνίτου</foreign> Turnebus: <foreign xml:lang="grc">σιδήρου</foreign> (ex proximo ortum)</note> δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ <milestone unit="tlnum" n="20"/> χαλασθεὶς ἐνδίδωσι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδίδωσι</foreign> idem: <foreign xml:lang="grc">ἐπιδίδωσι</foreign> </note> καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">ι</foreign> 393</note> <q>σιδήρου <pb xml:id="v.3.p.137"/> κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ <milestone unit="stephpage" xml:id="stephpage-436d" n="436d"/> γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ <milestone unit="tlnum" n="5"/> ἀμέλει καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign>] om. codd. mei</note> Πλάτων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 507</note> ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign></note> τῶν ὀφθαλμῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν ὀφθαλμῶν</foreign> Aldina: <foreign xml:lang="grc">τὸν ὀφθαλμὸν</foreign> </note> συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.</q> <milestone unit="tlnum" n="10"/></p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent"><q>καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote">Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται </quote><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Mullach. 1 p. 169, 11</note> ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν <milestone unit="stephpage" xml:id="stephpage-436e" n="436e"/> αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων <milestone unit="tlnum" n="20"/> πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν <milestone unit="tlnum" n="25"/> καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται <pb xml:id="v.3.p.138"/> <milestone unit="stephpage" xml:id="stephpage-436f" n="436f"/> καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον <milestone unit="tlnum" n="5"/> ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅ τε</foreign> Emperius: <foreign xml:lang="grc">ὁ δὲ</foreign> </note> πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-437a" n="437a"/> κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τὸ</foreign>] <foreign xml:lang="grc">καὶ ὸ μὲν</foreign> R</note> ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.</q><milestone unit="tlnum" n="15"/></p></div></div></body></text></TEI>