κἀγὼ πρὸς αὐτὸν ἐμὲ δʼ εἶπον οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως ὁσίως Herwerdenus: θείως περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα Πλάτωνα ] Phaedon. 97 d sqq. παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ ἀνὴρ Emperius: ἀνὴρ Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος Ἡρόδοτος ] 1, 25 ὑποκρητηρίδιον ὑποκρητηρίδιον Turnebus: ὑποκριτηρίδιον ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς ἔσχε τὰς Madvigius: ἔχοντας ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ διʼ R ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος Bergk. 3 p. 502 υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν ὡς ὁρᾶται ὡς ὁρᾶται ] ὡς ἀρετῇ (i.e. δι’ οἰκείαν ἀρετήν )? γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου τεχνίτου Turnebus: σιδήρου (ex proximo ortum) δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι ἐνδίδωσι idem: ἐπιδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος Ὁμηρος ] ι 393 σιδήρου κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ καὶ ] om. codd. mei Πλάτων Πλάτων ] Rep. p. 507 ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ περὶ τῶν ὀφθαλμῶν τῶν ὀφθαλμῶν Aldina: τὸν ὀφθαλμὸν συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι. καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται Mullach. 1 p. 169, 11 ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε ὅ τε Emperius: ὁ δὲ πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ καὶ τὸ ] καὶ ὸ μὲν R ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.