ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος ἔχει μέν ἔφη καὶ Φίλιππος, ὦ Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων · ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ ἀποδιοπομπουμένῳ R: ἀποδιοπομπούμενοι νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, ὅσῳ ὅσῳ ] ἴσως ? μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον Εὐριπίδης, Εὐριπίδης ] Cycl. 331 ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ τῇ μεγίστῃ γαστρὶ δαιμόνων ἡμεῖς δὲ καὶ θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις αἱ δὲ τῶν ἱερείων κατασπείσεις R: κατασπείσεις R: αἱ δὲ τῶν ἱερίδων καταστάσεις τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν ἐὰν Stegmannus: εἰ μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι θεῷ μὲν ἢ δαίμονι Turnebus: θεοῦ μὲν ἢ δαίμονος αἰτίαν τὴν πλείστην τὴν πλείστην αἰτίαν ? ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν τε πτοῆται πτοῆται M: ποιῆται τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ εἶπε τὸν Λαμπρίαν τὸν Λαμπρίαν W: ὧ Λαμπρία βούλομαι διαλεχθῆναι περιμενεῖς περιμένεις *: περιμένοις δέ;ʼ πάνυ μὲν οὖν ὁ Φίλιππος ἔφη καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε. κἀγὼ πρὸς αὐτὸν ἐμὲ δʼ εἶπον οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως ὁσίως Herwerdenus: θείως περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα Πλάτωνα ] Phaedon. 97 d sqq. παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ ἀνὴρ Emperius: ἀνὴρ Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος Ἡρόδοτος ] 1, 25 ὑποκρητηρίδιον ὑποκρητηρίδιον Turnebus: ὑποκριτηρίδιον ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς ἔσχε τὰς Madvigius: ἔχοντας ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ διʼ R ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος Bergk. 3 p. 502 υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν ὡς ὁρᾶται ὡς ὁρᾶται ] ὡς ἀρετῇ (i.e. δι’ οἰκείαν ἀρετήν )? γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου τεχνίτου Turnebus: σιδήρου (ex proximo ortum) δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι ἐνδίδωσι idem: ἐπιδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος Ὁμηρος ] ι 393 σιδήρου κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ καὶ ] om. codd. mei Πλάτων Πλάτων ] Rep. p. 507 ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ περὶ τῶν ὀφθαλμῶν τῶν ὀφθαλμῶν Aldina: τὸν ὀφθαλμὸν συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι. καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται Mullach. 1 p. 169, 11 ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε ὅ τε Emperius: ὁ δὲ πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ καὶ τὸ ] καὶ ὸ μὲν R ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν. οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι ὅσιοι Turnebus: ὅσοι θύειν φασὶ φασι ] εἰώθασι R τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον τοῦτο σημεῖον Emperius: τοῦθ’ ἡμῖν ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μήνυτρα Turnebus: μέτρα μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ ὃ Turnebus: ᾧ πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν. οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω ἔχω ] ἔχει codd. mei καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος, πνεύματος κἑ ] ordo verborum est: πνεύματος προσβάλλοντος ἀποφοράς, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτ. τῶν μύρων (intell. προσβάλλοι ) οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης αἰσθομένης ] sc. τῆς Πυθίας πλείονες δʼ ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων ὂψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας Δαυλίας Emperius: δαυλείας τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ ᾑ idem: εἰ τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.