<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="45"><p rend="indent">καὶ ὁ Δημήτριος <q>οὐκ οἶδʼ ἔγωγε τά γε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τά γε</foreign> W: <foreign xml:lang="grc">τάδε</foreign> </note> νῦν <milestone unit="stephpage" xml:id="stephpage-434d" n="434d"/> ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος <milestone unit="tlnum" n="5"/> πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν καλῶν δὴ καὶ φυσιολόγων</foreign> *: <foreign xml:lang="grc">τὴν καλὴν δὴ καὶ φυσιολόγον</foreign> </note> ἐνυβρίζοντας, <milestone unit="tlnum" n="10"/> ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰς</foreign>] del. Stegmannus coll. Eur. Rhes. 125</note> πολεμίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολεμίαν</foreign> R</note> κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ <milestone unit="stephpage" xml:id="stephpage-434e" n="434e"/> ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ <milestone unit="tlnum" n="15"/> κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον <q>μέλανα</q> καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη <milestone unit="tlnum" n="20"/> καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας <milestone unit="stephpage" xml:id="stephpage-434f" n="434f"/> ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον <q>πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ</q> ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.</q> <milestone unit="tlnum" n="25"/></p></div><div type="textpart" subtype="section" n="46"><p rend="indent">ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον <pb xml:id="v.3.p.133"/> ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος <q>ἔχει μέν</q> ἔφη <q>καὶ Φίλιππος, ὦ <milestone unit="tlnum" n="5"/>Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν <milestone unit="stephpage" xml:id="stephpage-435a" n="435a"/>Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων · ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν <milestone unit="tlnum" n="10"/> τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδιοπομπουμένῳ</foreign> R: <foreign xml:lang="grc">ἀποδιοπομπούμενοι</foreign> </note> νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν <milestone unit="tlnum" n="15"/> αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, <milestone unit="stephpage" xml:id="stephpage-435b" n="435b"/> ὅσῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅσῳ</foreign>] <foreign xml:lang="grc">ἴσως</foreign>?</note> μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον <milestone unit="tlnum" n="20"/>Εὐριπίδης,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Cycl. 331</note> <quote rend="blockquote"><l> ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, </l><l>τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. </l></quote> πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ <q>τῇ μεγίστῃ γαστρὶ δαιμόνων</q> ἡμεῖς δὲ καὶ <milestone unit="tlnum" n="25"/> θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ <pb n="v.3.p.134"/> ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ δὲ τῶν ἱερείων κατασπείσεις</foreign> R: <foreign xml:lang="grc">κατασπείσεις</foreign> R: <foreign xml:lang="grc">αἱ δὲ τῶν ἱερίδων καταστάσεις</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-435c" n="435c"/> τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐὰν</foreign> Stegmannus: <foreign xml:lang="grc">εἰ</foreign> </note> μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον <milestone unit="tlnum" n="5"/> γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον <milestone unit="tlnum" n="10"/> οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θεῷ μὲν ἢ δαίμονι</foreign> Turnebus: <foreign xml:lang="grc">θεοῦ μὲν ἢ δαίμονος</foreign> </note> αἰτίαν τὴν πλείστην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν πλείστην αἰτίαν</foreign>?</note> ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν <milestone unit="stephpage" xml:id="stephpage-435d" n="435d"/> τε πτοῆται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πτοῆται</foreign> M: <foreign xml:lang="grc">ποιῆται</foreign> </note> τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει <milestone unit="tlnum" n="15"/> τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ <milestone unit="tlnum" n="20"/>Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων <milestone unit="tlnum" n="25"/> ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν <milestone unit="stephpage" xml:id="stephpage-435e" n="435e"/> ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς <pb xml:id="v.3.p.135"/> καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ</q> εἶπε <q>τὸν Λαμπρίαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν Λαμπρίαν</foreign> W: <foreign xml:lang="grc">ὧ Λαμπρία</foreign> </note> βούλομαι διαλεχθῆναι περιμενεῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περιμένεις</foreign> *: <foreign xml:lang="grc">περιμένοις</foreign> </note> <milestone unit="tlnum" n="5"/> δέ;ʼ</q> <q>πάνυ μὲν οὖν</q> ὁ Φίλιππος ἔφη <q>καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.</q> </p></div></div></body></text></TEI>