ἅμα δʼ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ ποιεῖν αἰθερῶδες καὶ καθαρόν· αὕη γάρ αὕη γὰρ R: αὕτη γὰρ ξηρὰ ψυχή καθʼ Ἡράκλειτον. Ἡρακλειτον Bywater p. 30 ὑγρότης δʼ οὐ μόνον ὄψιν ἀμβλύνει καὶ ἀκοήν, ἀλλὰ καὶ κατόπτρων θιγοῦσα θίγουσα codd. mei καὶ μιχθεῖσα μιχθεῖσα Emperius: μίχος καὶ πρὸς ἀέρα ἀέρα idem: ἀέρας ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ φέγγος. τοὐναντίον πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει τοῦ πνεύματος οἷον βαφῇ σιδήρου τὸ προγνωστικὸν μόριον ἐντείνεσθαι ἐντείνεσθαι W: ἐγγίνεσθαι καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν ἐστι. καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον τὸν χαλκὸν ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον, οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν τὰ μανὰ καὶ συνέχειν ἐναρμόττουσαν. ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου κρόκου W: κόκκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν ἄγειν ] αὔξειν W μεμιγμένον βύσσῳ δὲ γλαυκῇ γλαυκῇ Karstenus: γλαυκῆς κόκκου κόκκου X: κρόκου καταμίσγεται καταμίσγεται ] add. ἄνθος X ὡς Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς ] Mullach. 1 p. 10 εἴρηκε. περὶ δὲ τοῦ Κύδνου καὶ τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς ὁ Κύδνος ἄλλο ἐκκαθαίρει σίδηρον ἐκεῖνον οὔθʼ ὕδωρ ἄλλο τὴν μάχαιραν ἢ ἐκεῖνο· ὡς ὁ Κύδνος μᾶλλον - - ἢ ἐκεῖνο ] corrigenda vid. ita: ὡς οὐχ ὕδωρ ἄλλο (= ὁ Κύδνος ) μᾶλλον ἐκκαθαίρει σίδηρον ἐκείνου (= τὴν μάχαιραν ἢ ἐκεῖνο ), ceteris ut glossematis deletis καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν ἑτέρων - ποταμῶν Schellensius: ἑτέρῳ - ποταμῷ οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν. οὐ θαυμαστέον οὖν, εἰ πολλὰ τῆς γῆς ἄνω ῥεύματα μεθιείσης, ταῦτα μόνα τὰς ψυχὰς ἐνθουσιαστικῶς διατίθησι καὶ φαντασιαστικῶς τοῦ μέλλοντος. ἀμέλει ἀμέλει W: ἀμαχεὶ δὲ καὶ τὰ τῆς φήμης συνᾴδει τῷ λόγῳ· καὶ γὰρ ἐνταῦθα τὴν περὶ τὸν τόπον δύναμιν ἐμφανῆ γενέσθαι πρῶτον ἱστοροῦσιν, νομέως τινὸς ἐμπεσόντος κατά τινα τινα *: τὴν τύχην, εἶτα φωνὰς ἀναφέροντος ἐνθουσιώδεις, ὧν τὸ μὲν πρῶτον οἱ παραγενόμενοι κατεφρόνουν, ὕστερον δὲ γενομένων ὧν προεῖπεν ὁ ἄνθρωπος, ἐθαύμασαν. οἱ δὲ λογιώτατοι Δελφῶν καὶ τοὔνομα τοῦ ἀνθρώπου διαμνημονεύοντες Κορήταν λέγουσιν. ἐμοὶ δὲ δοκεῖ μάλιστα τοιαύτην πρὸς τὸ μαντικὸν πνεῦμα λαμβάνειν σύγκρασιν ψυχὴ καὶ σύμπηξιν, οἵαν πρὸς τὸ φῶς ἡ ὄψις ὁμοιοπαθὲς γιγνόμενον· ὀφθαλμοῦ τε γὰρ ἔχοντος τὴν ὁρατικὴν δύναμιν οὐδὲν ἄνευ φωτὸς ἔργον ἐστίν, ψυχῆς τε τὸ μαντικὸν ὥσπερ ὄμμα δεῖται τοῦ συνεξάπτοντος οἰκείου καὶ συνεπιθήγοντος. ὅθεν οἱ μὲν πολλοὶ τῶν προγενεστέρων ἕνα καὶ τὸν αὐτὸν ἡγοῦντο θεὸν Ἀπόλλωνα καὶ ἥλιον· οἱ δὲ τὴν καλὴν καὶ σοφὴν ἐπιστάμενοι καὶ τιμῶντες ἀναλογίαν, ὅπερ σῶμα πρὸς ψυχὴν ὄψις δὲ πρὸς· νοῦν φῶς δὲ πρὸς ἀλήθειάν ἐστι, τοῦτο τὴν ἡλίου δύναμιν εἴκαζον εἶναι πρὸς τὴν Ἀπόλλωνος φύσιν, ἔκγονον ἐκείνου καὶ τόκον ὄντως ἀεὶ γιγνόμενον ἀεὶ τοῦτον ἀποφαίνοντες. ἀποφαίνοντες M: ἀποφαίνοντος ἐξάπτει γὰρ καὶ προάγεται καὶ συνεξορμᾷ τῆς αἰσθήσεως; τὴν ὁρατικὴν δύναμιν οὗτος ὡς τῆς ψυχῆς τὴν μαντικὴν ἐκεῖνος.