διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ πάντα τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ τῆς πεντάδος malim πεμπάδος hic et infra ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς ἄλλους εἰς ἕτερον αὑτῶν ἀριθμὸν ἐκβαίνουσιν ἡ δὲ πεντάς, ἂν μὲν ἀρτιάκις λαμβάνηται, τὸν δέκα ποιεῖ τέλειον· ἐὰν δὲ περισσάκις, ἑαυτὴν ἑαυτὴν *: ἑαυτὸν πάλιν ἀποδίδωσιν. ἐῶ δʼ ὅτι πρώτη μὲν ἐκ πρώτων πρῶτον ] πρώτη Turnebus δυεῖν τετραγώνων συνέστηκε τῆς τε μονάδος καὶ τῆς τετράδος ἡ πεντάς, πρώτη δʼ ἴσον δυναμένη τοῖς πρὸ αὑτῆς αὑτῆς *: αὐτῆς δυσὶ τὸ κάλλιστον τῶν ὀρθογωνίων τριγώνων συνίστησι πρώτη δὲ ποιεῖ τὸν ἡμιόλιον λόγον. οὐ γὰρ ἴσως οἰκεῖα ταῦτα τοῖς ὑποκειμένοις πράγμασιν· ἀλλʼ ἐκεῖνο μᾶλλον, τὸ φύσει διαιρετικὸν τοῦ ἀριθμοῦ καὶ τὸ πλεῖστα τούτῳ τούτῳ W: τούτων τὴν φύσιν διανέμειν. ἔνειμε ἔνειμε *: ἐν μὲν γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις πέντε καὶ μέρη ψυχῆς, φυτικὸν φυτικὸν ω· φυσικὸν αἰσθητικὸν ἐπιθυμητικὸν θυμοειδὲς λογιστικόν· καὶ δακτύλους ἑκατέρας χειρὸς τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ σχιζόμενον. οὐ γὰρ ἱστόρηται γυνὴ πλείονα τεκοῦσʼ ἢ ἢ Emperius πέντε τέκνα τέκνα Kaltwasserus: συχνὰ ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι μυθολογοῦσι πέντε θεοὺς τεκεῖν, αἰνιττόμενοι τὴν ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν. ἐν δὲ τῷ παντὶ πέντε μὲν ζώναις ὁ περὶ γῆν τόπος, πέντε δὲ κύκλοις ὁ οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ δυσὶ τροπικοῖς καὶ μέσῳ τῷ ἰσημερινῷ· πέντε δʼ αἱ τῶν πλανωμένων ἄστρων περίοδοι γεγόνασιν, ἡλίου καὶ Φωσφόρου καὶ στίλβοντος ὁμοδρομούντων. ἐναρμόνιος δὲ καὶ ἡ τοῦ κόσμου σύνταξις, ὥσπερ ἀμέλει καὶ τὸ παρʼ ἡμῖν ἡρμοσμένον ἐν πέντε τετραχόρδων θέσεσιν ὁρᾶται, τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων· καὶ τὰ μελῳδούμενα διαστήματα πέντε, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον. οὕτως ἡ φύσις ἔοικε τῷ πέντε ποιεῖν ἅπαντα χαίρειν μᾶλλον ἢ τῷ σφαιροειδῆ, σφαιροειδῆ Turnebus: σφαιροειδεῖ καθάπερ Ἀριστοτέλης Ἀριστοτέλης ] de Coelo 2, 4 ἔλεγε. τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων Πλάτων ] Tim. p. 55 c sqq. ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν· διαζογραφῶν ] Patzigius ex Plat. 1. 1. et p. 1003 c: διαγράφων εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν. εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν ἐπάγειν - σκοπῶμεν W: ἀπάγειν - σκοπῶν ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα ἅμα Turnebus: ὄνομα τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται, ἐνδείκνυται Turnebus: ἐκδείκνυται τοῖς ὑπὸ τῶν πλοκάνων ὑπὸ τῶν πλοκάνων Plato Tim. p. 52 e: ἐπὶ τῶν ἐπειγόντων καὶ ὀργάνων τῶν τῶν idem περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις σειομένοις ex eodem Turnebus: ἐγκειμένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης; τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν ἄλλα ἴσχειν idem ex eodem: ἄλλας οἱ πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν οὖν ] τοίνυν Duebnerus τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς οὗ θεὸς W ex Platone: εὐθέως ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ παρὰ ] κατὰ X φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων φύλων Huttenus: φύλλων ἀναπεπλησμένʼ ἀναπεπλησμένα Turnebus: ἀναπεπλησμένων ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν, δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα κἀνταῦθα X: κἂν τῆς Ἀκαδημείας Ἀκαδημείας *: ἀκαδημίας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν, καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν. ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος ὀρθῶς ἔφη Λαμπρίας παραινεῖ. πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς οὐ σοφισμάτων ὡς Εὐριπίδης Εὐριπίδης ] Nauck p. 674 φησίν, ἀλλὰ πραγμάτων σφάλλουσιν ἡμᾶς, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ἀλλʼ ἀνοιστέος ἀνοιστέος ] Nauck p. 674 ὁ ὁ M λόγος, ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ ᾗ Turnebus: ᾧ χρώμενοι ποιοῦσι κατόχους τοῖς ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες. ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας εἶπεν εἶπεν Turnebus: εἰπεὶν ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον Ἡσίοδον ] OD 125 ἠέρα ἑσσαμένους;ʼ ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς ψυχὴ πρὸς X ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ τῷ Emperius παρόντι βίῳ πρόσφορον. πρόσφορον R: προσφέρειν οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ Λεβαδείᾳ *: λεβαδίᾳ ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε. μὴ θαυμάσῃς ἔφην ἐγώ, πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν ἀλλὰ νῦν ὁ Ἀμμώνιος ἔφη καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις ἔχεις Basileensis: ἔχει καὶ προθύμους προθύμους R: πρόθυμοι τὰ μὲν ζητεῖν τὰ δὲ μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης. ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, μικρὸν ἐγὼ σιωπήσας καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον Ἡσίοδον ] OD 123, ubi ἐσθλοὶ pro ἁγνοὶ ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς; ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας, malim μεμιγμέναις καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος. καλύπτοντος Emperius: κλέπτοντος ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ τῷ *: τό σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα· δὲ τὰ μηδὲ ὄντα *: δὲ ὄντα τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης Ἀρνης Turnebus: ἄννης δοθεὶς χρησμὸς ἐκέλευε φράζειν κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξιν ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ πρὸς τὰ ] τὰ Stegmannus μέλλοντα καὶ παρῳχημένων καὶ καὶ τῶν παρῳκημένων idem τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν. ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ αἱ * ψυχαὶ σύμφυτον σύμφυρτον C. F. Hermannus. σύγχυτον Madvigius; sed cf. p. 451 c μὲν ἀλλʼ ἀμυδρὰν ἀλλ’ ἀμυδρὰν Emperius: καὶ ἀμυδρὸν καὶ δυσφάνταστον, ὅμως ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν ἀναλαμβάνουσιν ] ἀναλάμπουσιν Emperius ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς τελετὰς ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ τῷ Emperius τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ τῷ idem ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι. ἐπιστρεφόμεναι W: ἐπιστρεφομένας οὐ γάρ, ὡς ὁ Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 674 φησί, μάντις δʼ δʼ Euripides ἄριστος ὅστις εἰκάζει καλῶς,ʼ ἀλλʼ οὗτος ἔμφρων ἔμφρων W: ὁμόφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν φαντασιῶν R: φανταστῶν πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι δῆλαι Turnebus: δῆλα γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ νάματος ἀναφέρηται. ἀναφέρηται *: ἀφαιρῆται καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους; τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα ἕτερα ] ἐγείρει W πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν μαντικὴν Euripides (Bacch. v. 298): μαντευτικὴν πολλὴν ἔχει κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.