<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent"><q>ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως</q> ἔφην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔφην</foreign> X: <foreign xml:lang="grc">ἔφη</foreign> </note> <q>ὦ φίλε Δημήτριε. <milestone unit="stephpage" xml:id="stephpage-424d" n="424d"/> τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ <milestone unit="tlnum" n="10"/> μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λόγου</foreign> Emperius: <foreign xml:lang="grc">λόγῳ</foreign> </note> βίᾳ κενοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κενοῦ μέσον</foreign> W: <foreign xml:lang="grc">κινούμενον</foreign> </note> μέσον ἀπείρου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπείρου</foreign> Emperius: <foreign xml:lang="grc">ἄπειρον</foreign> </note> νοῆσαί<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νοῆσαι</foreign> X: <foreign xml:lang="grc">τολμῆσαι</foreign> </note> τι,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τι</foreign> *</note> <milestone unit="tlnum" n="15"/> τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει <milestone unit="stephpage" xml:id="stephpage-424e" n="424e"/> πανταχόθεν. ἀλλʼ ὁμοίως<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁμοίως</foreign> Madvigius: <foreign xml:lang="grc">ὅμως</foreign> </note> ἄπορόν ἐστιν ἀψύχων <milestone unit="tlnum" n="20"/> σωμάτων πρὸς ἀσώματον χώραν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χώραν</foreign> M: <foreign xml:lang="grc">χωρεῖν</foreign> </note> καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ <milestone unit="tlnum" n="25"/> σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις <pb xml:id="v.3.p.107"/> πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν <milestone unit="tlnum" n="5"/> αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.</q> </p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent"> περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπόθηται</foreign> *: <foreign xml:lang="grc">ὑποθῆται</foreign> </note> τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, <milestone unit="tlnum" n="10"/> αὕτη συνέξει τῶν κόσμων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν κόσμων</foreign> R: <foreign xml:lang="grc">τὸν κόσμον</foreign> </note> ἕκαστον ἐν ἑαυτῷ. <milestone unit="stephpage" xml:id="stephpage-425a" n="425a"/> καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἣ</foreign> M</note> σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign> Turnebus: <foreign xml:lang="grc">τοῦ</foreign> </note> μὲν γὰρ ἐκτός, <milestone unit="tlnum" n="15"/> εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὥστ’ ἔσται</foreign>?</note> κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων <milestone unit="tlnum" n="20"/> ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους <milestone unit="stephpage" xml:id="stephpage-425b" n="425b"/> περιέχεσθαι, δεινὸν ἡγούμενος, εἰ τῶν φυσικῶν <milestone unit="tlnum" n="25"/> σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι <pb xml:id="v.3.p.108"/> χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἦν</foreign>] <foreign xml:lang="grc">ἦν ἂν</foreign>?</note> ἄτοπον, εἴ τις ἔλεγε κόσμον εἶναι τὸν ἐν αὐτῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῷ</foreign>] <foreign xml:lang="grc">αὐτῷ κάτω</foreign>?</note> σελήνην ἔχοντα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Post <foreign xml:lang="grc">ἔχοντα</foreign> lacunam statuit W</note> καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν τᾶς πτέρναις κέ</foreign>] cf. [Demosth.] 7, 45</note> τὸν ἐγκέφαλον φοροῦντα <milestone unit="tlnum" n="5"/> καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· <milestone unit="stephpage" xml:id="stephpage-425c" n="425c"/> ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω <milestone unit="tlnum" n="10"/> καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος. </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent"><q>ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν <milestone unit="tlnum" n="15"/> οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γ͂ν</foreign> X: <foreign xml:lang="grc">τὴν</foreign> </note> δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-425d" n="425d"/> μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἐπικούρῳ</foreign>] vid. Useneri Epicurea p. 212</note> γενησόμεθα κινοῦντι τὰς <milestone unit="tlnum" n="25"/> ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτε͂ͅ</foreign> *: <foreign xml:lang="grc">αὐτῇ</foreign> </note> <pb xml:id="v.3.p.109"/> κάτω τε καὶ ἄνω νοῆσαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νοῆσαι</foreign> *: <foreign xml:lang="grc">διανοῆσαι</foreign> ubi <foreign xml:lang="grc">δια</foreign> ex <foreign xml:lang="grc">διδούσης</foreign> orta fuerit</note> διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως <milestone unit="tlnum" n="5"/> κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τούτῳ</foreign> Turnebus: <foreign xml:lang="grc">τοῦτον</foreign> </note> συνείργεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνειργάσθαι</foreign> R: <foreign xml:lang="grc">συνεργεῖσθαι</foreign> W</note> πρὸς <milestone unit="stephpage" xml:id="stephpage-425e" n="425e"/> διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ <milestone unit="tlnum" n="10"/> τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῆς</foreign> *: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.</q></p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent"><q>καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν <milestone unit="tlnum" n="15"/> φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">μενεῖ</foreign> </note> καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ <milestone unit="stephpage" xml:id="stephpage-425f" n="425f"/> τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ <milestone unit="tlnum" n="20"/> ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθ’ ἕκαστον</foreign>] <foreign xml:lang="grc">καθ’ ἕνα τὸν</foreign> W. Sed nihil opus</note> ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-426a" n="426a"/> καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς <pb xml:id="v.3.p.110"/> τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἓν συνίσταται</foreign>] <foreign xml:lang="grc">ἔνι συνίστασθαι</foreign> Duebnerus</note> <milestone unit="tlnum" n="5"/> σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ <milestone unit="stephpage" xml:id="stephpage-426b" n="426b"/> πεντήκοντʼ ἢ ἑκατὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ ἑκατὸν</foreign> W: <foreign xml:lang="grc">καὶ ἑκατὸν</foreign> </note> ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ <milestone unit="tlnum" n="10"/> πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις <milestone unit="tlnum" n="15"/> ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐγκεκλειμένους</foreign> *: <foreign xml:lang="grc">ἐγκεκλεισμένους</foreign> </note> <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-426c" n="426c"/> εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.</q></p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent"><q>ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς <milestone unit="tlnum" n="25"/> θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν <pb xml:id="v.3.p.111"/> <quote rend="blockquote"><l> ἐπερχόμενοί τε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπερχόμενοι κἑ</foreign>] Bergk. 3 p. 730</note> μαλάσσοντες βίᾳ τὸν </l><l> πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς </l></quote> οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπιέναι</foreign> Turnebus: <foreign xml:lang="grc">ὑπιεῖναι</foreign> </note> <milestone unit="tlnum" n="5"/> τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ <milestone unit="stephpage" xml:id="stephpage-426d" n="426d"/> μὲν γὰρ Ὁμηρικὸς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμηρικὸς</foreign>] cf. N 3 sqq.</note> Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ <milestone unit="tlnum" n="10"/> πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς <milestone unit="tlnum" n="15"/> ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι <milestone unit="stephpage" xml:id="stephpage-426e" n="426e"/> καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· <milestone unit="tlnum" n="20"/> ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδʼ</foreign> *: <foreign xml:lang="grc">μήτʼ</foreign> </note> ἐπιπονώτερον.</q><milestone unit="tlnum" n="25"/></p></div></div></body></text></TEI>