ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως ἔφην ἔφην X: ἔφη ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου λόγου Emperius: λόγῳ βίᾳ κενοῦ κενοῦ μέσον W: κινούμενον μέσον ἀπείρου ἀπείρου Emperius: ἄπειρον νοῆσαί νοῆσαι X: τολμῆσαι τι, τι * τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει πανταχόθεν. ἀλλʼ ὁμοίως ὁμοίως Madvigius: ὅμως ἄπορόν ἐστιν ἀψύχων σωμάτων πρὸς ἀσώματον χώραν χώραν M: χωρεῖν καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι. περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται ὑπόθηται *: ὑποθῆται τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη συνέξει τῶν κόσμων τῶν κόσμων R: τὸν κόσμον ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ ἣ M σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ τὸ Turnebus: τοῦ μὲν γὰρ ἐκτός, εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε ὥστʼ ἔσται ? κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν ἡγούμενος, εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν ἦν ] ἦν ἂν ? ἄτοπον, εἴ τις ἔλεγε κόσμον εἶναι τὸν ἐν αὐτῷ αὐτῷ ] αὐτῷ κάτω ? σελήνην ἔχοντα Post ἔχοντα lacunam statuit W καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις ἐν τᾶς πτέρναις κέ ] cf. [Demosth.] 7, 45 τὸν ἐγκέφαλον φοροῦντα καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος. ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν γ͂ν X: τὴν δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ Ἐπικούρῳ ] vid. Useneri Epicurea p. 212 γενησόμεθα κινοῦντι τὰς ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ αὐτε͂ͅ *: αὐτῇ κάτω τε καὶ ἄνω νοῆσαι νοῆσαι *: διανοῆσαι ubi δια ex διδούσης orta fuerit διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ τούτῳ Turnebus: τοῦτον συνείργεσθαι συνειργάσθαι R: συνεργεῖσθαι W πρὸς διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς αὑτῆς *: αὐτῆς μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι. καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ malim μενεῖ καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον καθʼ ἕκαστον ] καθʼ ἕνα τὸν W. Sed nihil opus ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται ἓν συνίσταται ] ἔνι συνίστασθαι Duebnerus σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ πεντήκοντʼ ἢ ἑκατὸν ἢ ἑκατὸν W: καὶ ἑκατὸν ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους ἐγκεκλειμένους *: ἐγκεκλεισμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς. ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν ἐπερχόμενοί τε ἐπερχόμενοι κἑ ] Bergk. 3 p. 730 μαλάσσοντες βίᾳ τὸν πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι ἐπιέναι Turnebus: ὑπιεῖναι τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς Ὁμηρικὸς ] cf. N 3 sqq. Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ μηδʼ *: μήτʼ ἐπιπονώτερον.