καὶ ὁ Κλεόμβροτος ἀλλὰ θαυμάσαιμʼ ἄν εἶπεν εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ἡμῖν ἀτοπώτερος. καίτοι δοκεῖ φυσιολογίας ἔχεσθαι, καὶ Πλάτων αὐτῷ παρέσχε τὸ ἐνδόσιμον οὐχ ἁπλῶς ἀποφηνάμενος ἐκ δόξης δʼ ἀμαυρᾶς καὶ ὑπόνοιαν ἐμβαλὼν αἰνιγματώδη μετʼ εὐλαβείας· ἀλλʼ ὅμως πολλὴ γέγονε κἀκείνου καταβόησις ὑπὸ τῶν ἄλλων φιλοσόφων. ἐπεὶ δὲ μύθων καὶ λόγων ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται ʽ καὶ ποῦ τις ἂν ποῦ τις ἂν Emperius: που τις ἐν εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα ξενικὰ τούτους δοκιμάσειε τοὺς λόγους;ʼ, οὐκ ὀκνῶ οὐκ ὀκνῶ ] οὐχ ὁρῶ mei codd. χαρίζεσθαι βαρβάρου διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα, περὶ τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ συνόντα συνόντα R: σὺν ταῖς νύμφαις νομάσι καὶ δαίμοσιν, ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης. κάλλιστος μὲν ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς διετέλει, Β καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου μηνὸς ἅπαξ προσφερόμενος· γλώσσαις δὲ πολλαῖς ἤσκητο χρῆσθαι, πρὸς δʼ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν οὐ πόρρω μελῶν. φθεγγομένου δέ, τὸν τόπον εὐωδία κατεῖχε, τοῦ στόματος ἥδιστον ἀποπνέοντος. ἡ μὲν οὖν ἄλλη μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον· εἰς δὲ μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε προὐθέσπιζε ? κατιὼν ἐπὶ θάλατταν, ἐπεφοίτων δὲ καὶ δυνάσται καὶ γραμματεῖς βασιλέων εἶτʼ ἀπῄεσαν. ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας· πλεῖστον πλεῖστον Eusebius: ἥδιστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν καὶ τῶν idem: καὶ περὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ τὰ idem περὶ Πύθωνα. Πύθωνα ] τὴν Πυθίαν Eusebius τῷ δʼ ἀποκτείναντι μήτʼ ἐννέα ἐτῶν μήτʼ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλʼ ἐκπεσόντʼ ἐλθεῖν εἰς ἕτερον κόσμον· τὴν φυγὴν - κόσμον idem: μετὰ τοῦ φυγεῖν αὐτὸν ἐκπεσόντα κόσμον ὕστερον δʼ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ἀληθῶς ὡς ἀληθῶς idem κατελθόντα κατελθόντα idem: καὶ ἐλθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλαττόμενον. οὕτω δʼ ἔχειν ἔχειν idem: ἔχει καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά· δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας δίκας idem: δικώσεις ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφὼν λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν, ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ τιμαὶ ] τιμαὶ παρʼ ἡμῖν idem ἢ καὶ παντάπασιν ἐκλελοίπασι, μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δʼ ἀποκτείνας τοὺς ἄρχοντας αὐτῶν, Ἄρσαλον καὶ Δρύον Δρύον ] Ἀρυτον Eusebius καὶ Τρωσοβιόν, Τρωσοβιὸν ] Τόσιβιν idem ἔφυγε καὶ μετεχώρησεν ὁποιδήποτε ʽ τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν̓, ἐκεῖνον ἐκεῖνον idem: ἐκείνους μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκληροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τὰς κατάρας ἐπὶ τούτων τούτων idem: τούτῳ ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν θεολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον εἶπεν ὁ ξένος ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ παρʼ οὗ δυνάμεως καὶ τιμῆς εἴληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι. καὶ γὰρ ἡμῶν ὁ μὲν τίς ἐστι Δίιος Δίος idem ὁ δʼ Ἀθηναῖος ὁ δʼ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος· ἀλλʼ ἔνιοι μὲν ὀρθῶς; κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας ἀλλʼ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας. σιωπήσαντος δὲ τοῦ Κλεομβρότου, πᾶσι μὲν ὁ λόγος ἐφάνη θαυμαστός. τοῦ δʼ Ἡρακλέωνος πυθομένου πῆ ταῦτα προσήκει πῆ - προσήκει Turnebus: μὴ - προσήκειν Πλάτωνι Πλάτωνι Tim. p. 55 c. d. καὶ πῶς ἐκεῖνος τὸ ἐνδόσιμον τῷ λόγῳ τούτῳ παρέσχεν, ὁ Κλεόμβροτος; εὖ μνημονεύεις εἶπεν ὅτι τὴν μὲν ἀπειρίαν αὐτόθεν ἀπέγνω τῶν κόσμων, περὶ δὲ πλήθους ὡρισμένου διηπόρησε, καὶ μέχρι τῶν πέντε τοῖς ὑποτιθεμένοις κατὰ στοιχεῖον ἕνα κόσμον ἐπιχωρήσας τὸ εἰκὸς, αὐτὸς ἑαυτὸν ἐφʼ ἑνὸς ἐτήρησεν. καὶ δοκεῖ τοῦτο Πλάτωνος ἴδιον εἶναι, τῶν ἄλλων σφόδρα φοβηθέντων τὸ πλῆθος, ὡς τοὺς ἑνὶ ἑνὶ W: ἐπὶ τὴν ὕλην μὴ ὁρίσαντας ἀλλʼ, ἐκβάντας εὐθὺς ἀορίστου καὶ χαλεπῆς ἀπειρίας ὑπολαμβανούσης. ὁ δὲ ξένος ἔφην ἐγώ περὶ πλήθους κόσμων ὥριζεν Πλάτων ἤ, ᾗ X: ἢ ὅτε συνεγένου ἢ ὅτε συνεγένου W: ὅθεν εὖ ἐγένου τἀνδρὶ τούτῳ, οὐδὲ, διεπειράθης;ʼ ἀλλʼ οὐκ ἔμελλον εἶπεν ὁ Κλεόμβροτος εἰ μηδὲν ἄλλο, τῶν τῶν M: τῷ περὶ ταῦτα λιπαρὴς εἶναι καὶ πρόθυμος ἀκροατὴς, ἐνδιδόντος ἑαυτὸν ἵλεων ἵλεων *: ἵλεω καὶ παρέχοντος; ἔλεγε δὲ μήτʼ ἀπείρους μήθʼ ἕνα μήτε πέντε κόσμους, ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές, οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν· τριῶν δὲ τῶν λοιπῶν ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν, ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ· τὸ δʼ ἐντὸς ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων, καλεῖσθαι δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον ἀπορροὴν ἐπὶ τοὺς κόσμους κόσμους Turnebus: χρόνους φέρεσθαι τὸν χρόνον. ὄψιν δὲ τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις ὑπάρχειν, ἄν γʼ βιώσωσι· καὶ τῶν ἐνταῦθα τελετῶν τὰς ἀρίστας ἐκείνης ὄνειρον εἶναι τῆς ἐποπτείας καὶ τελετῆς· καὶ τοὺς λόγους ἀναμνήσεως ἀναμνήσεως W: ἀνέμνησεν ἕνεκα τῶν ἐκεῖ φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι. ταῦτʼ ἔφη ἔφη Anonymus: ἔφην περὶ τούτων μυθολογοῦντος ἤκουον ἀτεχνῶς καθάπερ ἐν τελετῇ καὶ μυήσει, μηδεμίαν ἀπόδειξιν τοῦ λόγου μηδὲ πίστιν ἐπιφέροντος. κἀγὼ τὸν Δημήτριον προσαγορεύσας πῶς ἔχει ἔφην τὰ τῶν μνηστήρων ἔπη, τὸν Ὀδυσσέα θαυμασάντων τὸ τόξον μεταχειριζόμενον ὑπομνησθέντος δὲ τοῦ Δημητρίου, ταῦτʼ ἔφην ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν ἦ ἦ Turnebus: ἣ τις θηητὴρ θηητὴρ X ex Homero φ 397: θηρητὴρ καὶ ἐπίκλοπος ἔπλετο δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλʼ Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει ὁ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδʼ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος· αὐτοῦ αὐτοῦ ] malim καὶ αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδʼ οἶδα διασῳζόμενον Ἵππυς δʼ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος, Ἐρέσιος R: αἰρέσιος ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δʼ ἀλλήλων κατὰ στοιχεῖον· ὅ τι τοῦτʼ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδʼ ἄλλην τινὰ πιθανότητα προσάπτων. ὑπολαβὼν δʼ ὁ δʼ ὁ *: δὲ Δημήτριος τίς δʼ ἄν εἶπεν ἐν τοιούτοις πράγμασιν εἴη πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν εὔλογον οὐδʼ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;ʼ καὶ ὁ Ἡρακλέων ἀλλὰ μὴν ὑμῶν ἔφη τῶν γραμματικῶν ἀκούομεν εἰς Ὅμηρον Ὁμηρον ] O 187 ἀναγόντων ἀναγόντων στεγμαννυς· ἀγόντων τὴν δόξαν, ὡς ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ· ἄνω παντός· οἱ δʼ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν. οὕτω δὲ καὶ Πλάτων Πλάτων ] Tim. p. 31 a sqq. ἔοικε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ ὅλου διαφοραῖς πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος τὸν ἀέρος τὸν πυρός· ἔσχατον δὲ τὸν περιέχοντα τούτους, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, ᾧ μάλιστα δὴ ταῖς ψυχικαῖς; περιόδοις καὶ κινήσεσι πρέπον σχῆμα καὶ συναρμόττον ἀπέδωκε καὶ ὁ Δημήτριος Ὅμηρον ἔφη τί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις. Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους; προσαγορεύειν ἐν οἷς τε μάχεται τοῖς ἀπείρους κόσμους ὑποτιθεμένοις, αὑτῷ αὐτῷ Vulcobius: αὕτη δή φησὶ δοκεῖν ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον. ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν παρέσχε δόξης. δόξης S: διʼ αὐτῆς τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι κόσμον εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ δʼ ἀφωρισμένως; ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν πέντε μήτʼ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος ἀπηρτημένον, εἰ μὴ τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας.ʼ κἀγὼ δοκεῖ γὰρ οὕτως ἔφηνʼ ἀφέντας ἤδη τὸν περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα, μεταλαμβάνειν ἕτερον τοσοῦτον οὐκ ἀφέντας εἶπεν ὁ Δημήτριος ἐκεῖνον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλʼ ὅσον ἱστορῆσαι τὴν πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. πρῶτον τοίνυν ἔφην ἐγώ τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ γὰρ οἷόν τʼ οἶόν τʼ X: ὅσον ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην τὸ μικρότατον τύχῃ Emperius; sed cf. p. 99 a παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν λαμβάνειν Basileensis: λαμβάνει πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ τὸ τῷ Aldina: τῶ τῶ θεῷ μὴ μονογενῆ μηδʼ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν τῶν W: τῷ περὶ δικαιοσύνην καὶ φιλίαν· κάλλισται γὰρ αὗται αὗται Turnebus: αὐτῷ καὶ θεοῖς πρέπουσαι. μάτην δʼ οὐδὲν ἔχειν οὐδʼ ἄχρηστον θεὸς πέφυκεν. εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς οὓς idem: οἶς χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους;. ὥστʼ οὐκ εἰκὸς ἄφιλον οὐδʼ ἀγείτονα τόνδʼ οὐδʼ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν· ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ τὰ add. nescio quis καθʼ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἷον ἀγγείοις ἀγγείοις ὥσπερ καρποὺς σπέρματι W. Mihi solum σπέρματος suspectum ἢ περικαρπίοις σπέρματος περιέχουσαν. οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, ἔστιν ] οὔτε τί ἐστιν W οὗ γε μὴ οὗ γε μὴ W: οὐδὲ μὴ λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν ποιὸν R: ποῖον ἢ ἢ Madvigius ἰδίως ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν Emperius: κοινὸς εἶναι· ποῖος δʼ ὡς ποιός ποιός Madvigius: ποῖος ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ ἄλλα συγγενῆ καὶ ὁμοειδῆ W: ἄλλας συγγενοὺς καὶ ὁμοειδὴς γεγονὼς τοιοῦτος. εἰ γὰρ οὔτʼ ἄνθρωπος εἷς οὔτʼ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτʼ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλʼ ἢ πλείονας; ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν· τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλʼ ἐκ διαφόρων φύσεων συνέστηκε. καὶ μὴν ὅ γε μάλιστα φοβηθέντες ἔνιοι καταναλίσκουσιν τὴν ὕλην εἰς τὸν εἰς τὸν ] εἰς ἕνα τὸν Herwerdenus. εἰς τοῦτον τὸν ? κόσμον ἅπασαν, ὡς μηδὲν ὑπολειπόμενον ὑπολειπόμενον Turnebus: ὑπολειπομένην ἐκτὸς ἐνστάσεσιν ἢ πληγαῖς διαταράττοι τὴν τοῦδε σύστασιν, οὐκ ὀρθῶς ἔδεισαν. πλειόνων γὰρ ὄντων κόσμων ἰδίᾳ δʼ ἑκάστου συνειληχότος οὐσίᾳ καὶ ὕλῃ μέτρον ὡρισμένον ἐχούσῃ καὶ πέρας, οὐδὲν ἄτακτον οὐδʼ ἀκατακόσμητον οἷον περίττωμα λειφθήσεται προσπίπτον ἔξωθεν. ὁ γὰρ περὶ ἕκαστον λόγος ἐγκρατὴς ὢν τῆς συννενεμημένης ὕλης οὐδὲν ἔκφορον ἐάσει καὶ πλανώμενον ἐμπεσεῖν ἐξ ἄλλου οὐδʼ εἰς ἑαυτὸν ἐξ ἄλλον διὰ τὸ μήτε πλῆθος ἀόριστον καὶ ἄπειρον τὴν φύσιν ἔχειν μήτε κίνησιν ἄλογον καὶ ἄτακτον. εἰ δὲ καί τις ἀπορροὴ φέρεται πρὸς ἑτέρους ἀφʼ ἑτέρων, ὁμόφυλον εἶναι εἶναι ] εἶναι δεῖ R. Malim εἰκὸς εἶναι καὶ προσηνῆ καὶ πᾶσιν ἠπίως ἐπιμιγνυμένην ὥσπερ αἱ τῶν ἀστέρων αὐγαὶ καὶ συγκράσεις, αὐτούς τε τέρπεσθαι καθορῶντας ἀλλήλους εὐμενῶς, θεοῖς τε πολλοῖς καὶ ἀγαθοῖς καθʼ ἕκαστον οὖσι παρέχειν ἐπιμιξίας καὶ φιλοφροσύνας. ἀδύνατον γὰρ οὐδέν ἐστι τούτων οὔτε μυθῶδες οὔτε παράλογον εἰ μὴ νὴ Δία τὰ τὰ Aldina τοῦ Ἀριστοτέλους ὑπόψονταί τινες ὡς φυσικὰς αἰτίας αἰτίας ] om. codd mei ἔχοντα. τῶν γὰρ σωμάτων ἑκάστου τόπον οἰκεῖον ἔχοντος, ὥς φησιν, ἀνάγκη τὴν γῆν πανταχόθεν ἐπὶ τὸ μέσον φέρεσθαι καὶ τὸ ὕδωρ ἐπʼ αὐτῆς διὰ βάρος ὑφιστάμενον τοῖς κουφοτέροις. ἂν οὖν πλείονες ὦσι κόσμοι, συμβήσεται τὴν γῆν πολλαχοῦ μὲν ἐπάνω τοῦ πυρὸς καὶ τοῦ ἀέρος κεῖσθαι πολλαχοῦ δʼ ὑποκάτω· καὶ τὸν ἀέρα, καὶ τὸ ὕδωρ ὁμοίως, πῆ μὲν ἐν ταῖς κατὰ φύσιν πῆ δʼ ἐν ταῖς παρὰ φύσιν πῆ δʼ ἐν - φύσιν * χώραις ὑπάρχειν. ὧν ἀδυνάτων ὄντων, ὡς οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους, ἀλλʼ ἕνα τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης συγκείμενον, ἱδρυμένον κατὰ φύσιν, ὡς προσήκει ταῖς τῶν σωμάτων διαφοραῖς.