<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><milestone unit="tlnum" n="15"/><p rend="indent">ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων <q>οὐδεὶς μέν</q> ἔφη <q>τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν · αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ <milestone unit="stephpage" xml:id="stephpage-418e" n="418e"/>Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας <milestone unit="tlnum" n="20"/> τῷ λόγῳ διδόντες.</q> <q>εὖ λέγεις</q> ὁ Φίλιππος εἶπεν <q>ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων</q> καὶ ὁ Ἡρακλέων <q>τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις</q> εἶπε <q>μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας <milestone unit="tlnum" n="25"/> θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς <pb xml:id="v.3.p.92"/> δαίμοσι τούτοις μονονουχὶ δράγδην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δράγδην</foreign> W: <foreign xml:lang="grc">ῥάγδην</foreign> </note> λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-418f" n="418f"/> ἡγοῦμαι καὶ βαρβαρικώτερον.</q> ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν <q>οὐδʼ αὐτούς ἡμᾶς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδ’ ἡμᾶς αὐτοὺς</foreign> Eusebius</note></q> ἔφη λανθάνομεν, <q>ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ <milestone unit="tlnum" n="10"/> πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ <milestone unit="stephpage" xml:id="stephpage-419a" n="419a"/> εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ <milestone unit="tlnum" n="15"/> τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;</q> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτὸν <q>ἀλλὰ φαύλους μέν</q> ἔφη <milestone unit="tlnum" n="20"/> <q>δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] cf. Vit. Timol. c. 1</note> εὐχόμενος <q>εὐλόγχων εἰδώλων</q> τυγχάνειν, δῆλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δῆλος</foreign> W: <foreign xml:lang="grc">ἢ δῆλος</foreign> </note> ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μοχθηρὰς</foreign>] fort. <foreign xml:lang="grc">πονηρὰ μοχθηρὰς</foreign></note> γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ <milestone unit="tlnum" n="25"/> ὁρμάς. περὶ δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον <milestone unit="stephpage" xml:id="stephpage-419b" n="419b"/> ἀνδρὸς οὐκ ἄφρονος οὐδʼ ἀλαζόνος. Αἰμιλιανοῦ <pb xml:id="v.3.p.93"/> γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς, ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας <milestone unit="tlnum" n="5"/> ἀγούσης· ἑσπέρας δʼ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔτι</foreign>] malim <foreign xml:lang="grc">ἄρτι</foreign></note> δεδειπνηκότας· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν <milestone unit="tlnum" n="10"/>Παξῶν ἀκουσθῆναι, Θαμοῦν τινος βοῇ καλοῦντος, <milestone unit="stephpage" xml:id="stephpage-419c" n="419c"/> ὥστε θαυμάζειν. ὁ δὲ Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς; ἀπʼ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον ἐπιτείνοντα <milestone unit="tlnum" n="15"/> τὴν φωνὴν εἰπεῖν <q>ὁπόταν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁπόταν</foreign> scripsi ex Eusebio: <foreign xml:lang="grc">ὅτι ὅταν</foreign> </note> γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε</q> τοῦτʼ ἀκούσαντας, ὁ Ἐπιθέρσης ἔφη, πάντας ἐκπλαγῆναι καὶ διδόντας ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν ἀλλʼ <milestone unit="tlnum" n="20"/> ἐᾶν, οὕτω γνῶναι τὸν Θαμοῦν, εἰ μὲν εἴη<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ μὲν εἴη</foreign> ex eodem: <foreign xml:lang="grc">ἐὰν μὲν ἧν</foreign> </note> πνεῦμα, <milestone unit="stephpage" xml:id="stephpage-419d" n="419d"/> παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμοῦν <milestone unit="tlnum" n="25"/> πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι <q>Πὰν ὁ μέγας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πὰν ὁ μέγας</foreign> Eusebius: <foreign xml:lang="grc">ὁ μέγας Πὰν</foreign> </note> τέθνηκεν.</q> οὐ φθῆναι δὲ παυσάμενον αὐτόν, <pb xml:id="v.3.p.94"/> καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ <milestone unit="tlnum" n="5"/>Τιβερίου Καίσαρος. οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ <milestone unit="stephpage" xml:id="stephpage-419e" n="419e"/> τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης; γεγενημένον</q> ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ τῶν <milestone unit="tlnum" n="10"/> παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ <milestone unit="tlnum" n="15"/> αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διοσημίας</foreign> Dindorfius: <foreign xml:lang="grc">διοσημείας</foreign> </note> <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-419f" n="419f"/> πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. <q>ὡς γὰρ λύχνος ἀναπτόμενος</q> φάναι <q>δεινὸν οὐδὲν ἔχει; σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως <milestone unit="tlnum" n="25"/> αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς; καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας <pb xml:id="v.3.p.95"/> τρέφουσι,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τρέφουσι</foreign> Eusebius: <foreign xml:lang="grc">τρέπουσι</foreign>. C. Praefat. p. LVIII</note> πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> Eusebius</note> ἀέρα φαρμάττουσιν</q> <milestone unit="stephpage" xml:id="stephpage-420a" n="420a"/> ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, <milestone unit="tlnum" n="5"/> πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας. </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος <q>ἔχω μέν</q> ἔφη <q>καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωλύειν</foreign> X: <foreign xml:lang="grc">κώλυσιν</foreign> </note> ἔχειν <milestone unit="tlnum" n="10"/> οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς</q> ἔφη <q>γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν <milestone unit="stephpage" xml:id="stephpage-420b" n="420b"/> ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων <milestone unit="tlnum" n="15"/> δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συναποκαλοῦντες</foreign> *: <foreign xml:lang="grc">οὐκ ἀποκαλοῦντες</foreign> </note> ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου <milestone unit="tlnum" n="20"/> καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign>] <foreign xml:lang="grc">τοὺς τὰ</foreign> R, ut <foreign xml:lang="grc">τοὺς</foreign> ad <foreign xml:lang="grc">ἕλκοντας</foreign> rediret, et deinde <foreign xml:lang="grc">τοῖς μένουσιν</foreign> <q xml:lang="lat">in vita manentibus</q> cum Amyoto</note> εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἃ ποιμαίνουσιν</foreign> W: <foreign xml:lang="grc">ποῖ μένουσιν</foreign> </note> ἀπλέτους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετ’ ἀπλέτους</foreign> R. Malim <foreign xml:lang="grc">ἐν ἀπλέτοις - περιόδοις</foreign> </note> ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, <milestone unit="stephpage" xml:id="stephpage-420c" n="420c"/> τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων <milestone unit="tlnum" n="25"/> ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες <pb xml:id="v.3.p.96"/> εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λόγοις</foreign>] <foreign xml:lang="grc">λόγῳ</foreign> Stegmannus</note> καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυσκολαίνοντες</foreign> Emperius: <foreign xml:lang="grc">δυσκολαίνοντας</foreign> </note></q> </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">ῥηθέντων δὲ τούτων <q>ὁ Ἀμμώνιος ὀρθῶς</q> <milestone unit="tlnum" n="5"/> ἔφη <q>μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ γὰρ ἀθετουμένη - ἀνυπάρκτων</foreign><q xml:lang="lat">Theophrasti dictum censendum</q> W</note> <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-420d" n="420d"/> ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign> vel potius <foreign xml:lang="grc">εἶναι</foreign> deleverim</note> οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς <milestone unit="tlnum" n="15"/> ἀναιρετικοῖς, εὔηθές ἐστιν. οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωμῳδιοποιοῦ</foreign> *: <foreign xml:lang="grc">κωμῳδοποιοῦ</foreign> </note> διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος <milestone unit="stephpage" xml:id="stephpage-420e" n="420e"/> πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν <milestone unit="tlnum" n="20"/> καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θηρίων</foreign> W: <foreign xml:lang="grc">θείων</foreign> </note> πολλὰ μὲν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> R</note> δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν <milestone unit="tlnum" n="25"/> ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν <pb xml:id="v.3.p.97"/> ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας <milestone unit="stephpage" xml:id="stephpage-420f" n="420f"/> οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος <milestone unit="tlnum" n="5"/> ἡμῖν ὃν ἄρτι περὶ τῆς· μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.</q> </p></div></div></body></text></TEI>