ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, Rzach. Fr. 183 ἀνδρῶν ἡβώντων ἡβώντων ] γηράντων Bergkius ἔλαφος δέ τε τετρακόρωνος τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας δʼ ἡμεῖς τοὺς φοίνικας ] φοίνικας δέ τοι ἡμεῖς Rzachius νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ δʼ οὐδὲ Turnebus: δὲ οὖν Πίνδαρος Πίνδαρος ] Bergk. 1 p. 437 εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ἰσοδένδρου τέκμωρ τέκμαρ Turnebus: τέκμωρ αἰῶνος λαχοίσας, λαχοίσας *: λαχούσας διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ἡβώντων οὔτε γηρώντων Amyotus ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων ἡβῶντος ] cf. Kinkel. Epic. Fragm. p. 165. ἡβώντων Stegmannus ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον, Ἡράκλειτον ] Bywater p. 36 ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, αἵ τʼ ἄλσεα καλὰ νέμονται Hom. Υ 8 καὶ πηγὰς ποταμῶν καὶ πίσεα πίσεα *: πείσεα ποιήεντα. καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν συνεξάπτουσαν W: συνεξαπαπτουσαν ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ ἀμήχανα τά τʼ ἀμήχανα κέ ] corrupta. ort. τά τʼ ἄλλʼ ἀμήχανα καλῶν ὑπομνήσω σε τὰ τῶν νυμφῶν μάλιστα δὲ τὰ περὶ τὴν κορώνην καὶ τὴν ἔλ. ἐκλύεσθαι κατʼ ἐνιαυτοὺς ὑπερβάλλοντας . Alii alia lacunam indicavit R καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐκλύεσθαι R: ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ οὐκ ] οὐκοῦν R ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ αὑτῷ *: αὐτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι πάντων ὧν φέρουσιν ὧραι ] Bywater p. 14 γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου δήπου Turnebus: μήπου τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν τὴν ἀνθρωπίνην ζωὴν γενεὰν R λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος; εἶπε τὸ πολλάκις τὸ μετροῦν τὰ μετροῦντα R καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν συνθέσει μὲν ] συντεθειμένος Stegmannus ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, ψυχὴ - βίος Eusebius: ψυχὴν - βίον οὐδὲν ἧττον ἐφʼ ᾧ ἐφʼ ᾧ sc. κριτῇ R βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι. παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας· τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας, ὁρωμένας θεῶν μὲν Turnebus: ὁρωμένων θεῶν ὡς θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα σέλα ] σελήνην R καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης Εὐριπίδης ] Nauck p. 674 εἴκασεν ἐν οἷς εἶπεν ὁ δʼ ἄρτι θάλλων σάρκα, σαρκὶ p. 1090 c διοπετὴς; ὅπως ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς ἐς Nauck: εἰς αἰθέρα. μικτὸν μικτὸν Turnebus: μικρὸν δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας μήτε τοὺς μαντείας R τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος Ἡσίοδος ] OD 126 ἁγνούς προσεῖπε πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας, βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα. περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· Ἡρόδοτον ] 2, 171 ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς μανίαι τʼ ἀλαλαὶ ἀλαλαὶ Turnebus: ἄλλα . cf. Bergk. 1 p. 450 τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι τελεῖσθαι Eusebius: τελεῖν μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο ἂν ἐδέχοντο idem: ἀνέχονται βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καταρχόμενοι idem: ἀρχ́μενοι καὶ σφάττοντες, σφάττοντες idem: φυλάττοντες ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι ἀφοσιούμενοι idem: ἀποσειόμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων ἐνίων ] ἐνίοις ? δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ καὶ del. Stegmannus διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι σώματι Eusebius: σωματι καὶ διὰ σωμάτων ὁμιλεῖν λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον, ἒπαθον Stegmannus ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη. καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ Αἰσχύλος Αἰσχύλος ] Suppl. 214. Add. ὀρθῶς X εἶπεν ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν, οὔτʼ ὁ Σοφοκλέους Σοφοκλέους ] Nauck. p. 311 Ἄδμητος οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς ἱεροῖς ] ἱερῶν Stegmannus τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ Φιλίππου ʽ παρῆν γὰρ γὰρ Turnebus ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις θείοις idem: θεοῖς οἴεται τοὺς ἀγωνιζομένους· ἀνταγωνιζομένους τούτοις ἔφη τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω malim ἅλων διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ μὴ αἰολα δὲ ] ᾗ Αἰολάδαι c X? cf. Hesychius: Αἰοδα παρὰ Δελφοῖς γένος τι τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες προσβαλόντες *: προσβαλλόντες τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω codd. DF κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας. ἐπεξιόντας X: ἐπεξιόντες ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον Ἐμπεδόκλειον ] Mullach. I p. 6 ποιεῖν ποιεῖν Emperius: εἰπεῖν δόξω κορυφὰς ἑτέρας ἑτέρῃσι ἑτέρῃσι Scaligerus: ἑτέραις προσάπτων μύθων, μήτε λέγειν μήτε λέγειν ] μηδὲ λόγων Emperius ἀτραπὸν μίαν, ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων. καὶ παρόντων ] del. Stegmannus