<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-409e" n="409e"/> ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, <milestone unit="stephpage" xml:id="stephpage-409f" n="409f"/> μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν <milestone unit="tlnum" n="10"/>Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν <quote rend="blockquote"><l> οὔτε γὰρ ἦν γαίης;<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γαίης</foreign> S: <foreign xml:lang="grc">γῆς</foreign> </note> μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης </l><l>εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος. </l></quote> <milestone unit="tlnum" n="15"/> ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου <milestone unit="stephpage" xml:id="stephpage-410a" n="410a"/> παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς <milestone unit="tlnum" n="20"/>Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, <pb xml:id="v.3.p.70"/> Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-410b" n="410b"/> οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">παρ’ Ἀμμωνι</foreign> </note> τὰ μὲν <milestone unit="tlnum" n="10"/> ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-410c" n="410c"/> τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γελοῖον</foreign> *: <foreign xml:lang="grc">γέλοιον</foreign> </note> φήσαντος εἶναι ἀπὸ μικρῶν <milestone unit="tlnum" n="20"/> πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλκαῖον</foreign>] Bergk. 3 p. 84</note> <q>ἐξ ὄνυχος τὸν λέοντα</q> γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος <q>οὐδέν</q> ἔφη <q>τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ <milestone unit="tlnum" n="25"/> τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι <milestone unit="stephpage" xml:id="stephpage-410d" n="410d"/> καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ <pb xml:id="v.3.p.71"/> μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν <milestone unit="tlnum" n="5"/> μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συμβήσεται</foreign>] om. codd. mei</note> πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς</foreign> M: <foreign xml:lang="grc">ἡμῖν</foreign>. Fort. <foreign xml:lang="grc">ἡμῖν ὑμεῖς</foreign> </note> οὐ μικρὸν ἀποδείκνυτε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδείκνυτε</foreign> idem: <foreign xml:lang="grc">ἀποδείκνυται</foreign> </note> πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρʼ</foreign> Madvigius: <foreign xml:lang="grc">γὰρ</foreign> </note> Ὁμήρῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμήρῳ</foreign>] K 173</note> ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που <q>χρέος ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὀφέλλεσθαι</foreign> Homerus <foreign xml:lang="grc">γ</foreign> 367: <foreign xml:lang="grc">συμβάλλεσθαι</foreign> </note></q> <milestone unit="tlnum" n="10"/> φησὶν <q>οὔτι νέον οὐδʼ ὀλίγον,ʼ</q> ὡς τοῦ ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">idem <foreign xml:lang="grc">ὠφελεῖσθαι</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-410e" n="410e"/> τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα <q>θοήν</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θοὴν</foreign>] Homerus K 394. 468 passim</note> εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωνικήν</foreign>] sc. <foreign xml:lang="grc">εἶναι</foreign></note> οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες <milestone unit="tlnum" n="15"/> θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποδὶ</foreign>] <foreign xml:lang="grc">ποσὶν</foreign> Stegmannus</note> εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ <milestone unit="tlnum" n="20"/> τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην <milestone unit="stephpage" xml:id="stephpage-410f" n="410f"/> τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λέγωμεν</foreign> Turnebus: <foreign xml:lang="grc">λεγόντων</foreign> </note> πρὸς αὐτούς, <pb xml:id="v.3.p.72"/> εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖν</foreign> Leonicus: <foreign xml:lang="grc">ποιοῦσι</foreign> </note></p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος <q>οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπεῖν χρῆν</foreign> Herwerdenus; <foreign xml:lang="grc">εἰκὸς εἰπεῖν</foreign>?</note> ἀλλὰ τῷ οὐρανῷ <milestone unit="tlnum" n="5"/> παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν <milestone unit="stephpage" xml:id="stephpage-411a" n="411a"/> ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign>] del. Stegmannus</note> πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ <milestone unit="tlnum" n="10"/> τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχρότερον</foreign> idem</note> εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ <milestone unit="tlnum" n="15"/> ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; <milestone unit="stephpage" xml:id="stephpage-411b" n="411b"/> ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μόνον</foreign> Turnebus: <foreign xml:lang="grc">μονὴν</foreign> </note> τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν <milestone unit="tlnum" n="20"/> αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ <milestone unit="tlnum" n="25"/> τῆς γῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῇ τῆς γῆς</foreign> *: <foreign xml:lang="grc">τῇ</foreign> </note> σκιᾷ, τὰ δʼ ἄλλα δῆλα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ δ’ ἄλλα δῆλα</foreign> W: <foreign xml:lang="grc">τὰ δ’ ἄλληλα</foreign> </note> καὶ οὐδὲν δεῖ <pb xml:id="v.3.p.73"/> περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διελίττειν</foreign>] <foreign xml:lang="grc">διελέγχειν</foreign>?</note> <q>ἀλλὰ μήν</q> ὁ Κλεόμβροτος ἔφη <q>καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν <milestone unit="stephpage" xml:id="stephpage-411c" n="411c"/> παλαιοτάτων οὐκ ὀλίγον.</q> ὑπολαβὼν δʼ αὖθις ὁ <milestone unit="tlnum" n="5"/>Ἀμμώνιος <q>εἶτα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶτα</foreign>] <foreign xml:lang="grc">εἶτα ταῦτα</foreign>?</note> τοὺς ἄλλους ἀνθρώπους</q> εἶπεν <q>ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπόθοιτο</foreign> *: <foreign xml:lang="grc">ὑποθοῖτο</foreign> </note> τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, <milestone unit="tlnum" n="10"/> ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-411d" n="411d"/> καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς <milestone unit="tlnum" n="20"/> ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ δεῖ</foreign> M: <foreign xml:lang="grc">ἔδει</foreign> </note> τοῖς Ἀμμωνίοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀμμωνείοις</foreign>?</note> ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν <milestone unit="tlnum" n="25"/> τὴν ὑπόθεσιν.</q> </p></div><div type="textpart" subtype="section" n="5"><milestone unit="stephpage" xml:id="stephpage-411e" n="411e"/><p rend="indent">παυσαμένου δὲ τοῦ Ἀμμωνίου <q>μᾶλλον</q> ἔφην ἐγώ <q>περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε· <pb xml:id="v.3.p.74"/> μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐπεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι.</q> τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος <q>οὐδέν</q> ἔφη <q>δεῖ περὶ τῶν ἐπεῖ πυνθάνεσθαι καὶ διαπορεῖν <milestone unit="tlnum" n="5"/> τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας· ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν <milestone unit="tlnum" n="10"/> τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ <milestone unit="stephpage" xml:id="stephpage-411f" n="411f"/> νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign> Eusebius Pr. Ev. 5, 17</note> Λεβάδειαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Λεβάδειαν</foreign> *: <foreign xml:lang="grc">λεβαδία</foreign> </note> ἡ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> Basileensis: <foreign xml:lang="grc">ἢ</foreign> </note> Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς <milestone unit="tlnum" n="15"/> ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">Μηδικὰ</foreign> lac. 6 litt. in uno V<hi rend="superscript">2</hi>, post <foreign xml:lang="grc">εὐδοκίμησεν</foreign> lac. 8 litt. in eodem (ort. supplendum <foreign xml:lang="grc">τὸ Πτῷον</foreign>)</note> <milestone unit="stephpage" xml:id="stephpage-412a" n="412a"/> μὲν εὐδοκίμησεν <gap reason="ellipsis"/> οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀμφιάρεω και</foreign> W: <foreign xml:lang="grc">ἀμφιάρεως</foreign> </note> ἀπεπειράθη Μῦς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπεπειράθη Μῦς</foreign> *: <foreign xml:lang="grc">ἀπεπειράθημεν</foreign> </note> ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ μὲν</foreign> W: <foreign xml:lang="grc">ὡς ὁ μὲν</foreign> </note> οὖν τοῦ Πτῴου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πτῴου</foreign> W</note> μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lac. 8 litt. in V<hi rend="superscript">2</hi> </note>τὸ πρὸ τοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ πρὸ τοῦ</foreign> W: <foreign xml:lang="grc">τὸ πρὸς τοὺς</foreign> </note> τότε τῇ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τότε τῇ</foreign> Madvigius</note> τῶν βαρβάρων <milestone unit="tlnum" n="20"/> χρησμὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χρησμὸν</foreign> Basileensis: <foreign xml:lang="grc">χρήσιμον</foreign> </note> ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign> Turnebus</note> παρόντων <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">prima lac. 15 litt. in V<hi rend="superscript">2</hi> fort. supplenda: [<foreign xml:lang="grc">αὐτὸν ἀλλ’ ἢ μόν</foreign>]<foreign xml:lang="grc">ον</foreign> </note> ὃν ἐκεῖνον, ὡς <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">secunda lac. 12 litt. in V<hi rend="superscript">2</hi>, tertia 11 litt. Fort. supplendum: <foreign xml:lang="grc">ὥσπερ τοῦ θεοῦ διὰ</foreign> (aut <foreign xml:lang="grc">ὡσπερ σαφέστατα</foreign>) <foreign xml:lang="grc">τοῦ ἐνθουσιασμοῦ δηλοῦντος ὅτι τοῖς βαρβάροις</foreign> cett.</note> τοῦ ἐνθουσιασμοῦ <gap reason="ellipsis"/> <pb xml:id="v.3.p.75"/> τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> R: <foreign xml:lang="grc">οὐ</foreign> </note> δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δοῦλος</foreign>] <foreign xml:lang="grc">Λυδὸς</foreign> W</note> ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα, πρῶτον <milestone unit="tlnum" n="5"/> μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παριέντος</foreign> R: <foreign xml:lang="grc">παρόντος</foreign> </note> ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος <milestone unit="stephpage" xml:id="stephpage-412b" n="412b"/> δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων · ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου <milestone unit="tlnum" n="10"/> καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων <milestone unit="tlnum" n="15"/> τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lac. 4 litt. in V<hi rend="superscript">2</hi> fort. supplenda: <foreign xml:lang="grc">ἄχρι νῦν</foreign>[<foreign xml:lang="grc">οὕτ</foreign>]<foreign xml:lang="grc">ως ἔνιοι</foreign>. Cf. Vit. Pel. c. 16</note> ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους <milestone unit="stephpage" xml:id="stephpage-412c" n="412c"/> προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ <milestone unit="tlnum" n="20"/> χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει <milestone unit="tlnum" n="25"/> τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας <pb xml:id="v.3.p.76"/> ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-412d" n="412d"/> ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆσ.</q> <milestone unit="tlnum" n="10"/></p></div></div></body></text></TEI>