ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν οὔτε γὰρ ἦν γαίης; γαίης S: γῆς μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος. ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον. ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα, malim παρʼ Ἀμμωνι τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι. θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον γελοῖον *: γέλοιον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον Ἀλκαῖον ] Bergk. 3 p. 84 ἐξ ὄνυχος τὸν λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος οὐδέν ἔφη τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται συμβήσεται ] om. codd. mei πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς ὑμεῖς M: ἡμῖν . Fort. ἡμῖν ὑμεῖς οὐ μικρὸν ἀποδείκνυτε ἀποδείκνυτε idem: ἀποδείκνυται πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ παρʼ Madvigius: γὰρ Ὁμήρῳ Ὁμήρῳ ] K 173 ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι ὀφέλλεσθαι Homerus γ 367: συμβάλλεσθαι φησὶν οὔτι νέον οὐδʼ ὀλίγον,ʼ ὡς τοῦ ὀφέλλεσθαι idem ὠφελεῖσθαι τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα θοήν θοὴν ] Homerus K 394. 468 passim εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν, κωνικήν ] sc. εἶναι οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ ποδὶ ] ποσὶν Stegmannus εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν λέγωμεν Turnebus: λεγόντων πρὸς αὐτούς, εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν. ποιεῖν Leonicus: ποιοῦσι παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν, εἰπεῖν χρῆν Herwerdenus; εἰκὸς εἰπεῖν ? ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ ἀεὶ ] del. Stegmannus πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν ψυχρότερον idem εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον μόνον Turnebus: μονὴν τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς γῆς τῇ τῆς γῆς *: τῇ σκιᾷ, τὰ δʼ ἄλλα δῆλα τὰ δʼ ἄλλα δῆλα W: τὰ δʼ ἄλληλα καὶ οὐδὲν δεῖ περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν. διελίττειν ] διελέγχειν ? ἀλλὰ μήν ὁ Κλεόμβροτος ἔφη καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον. ὑπολαβὼν δʼ αὖθις ὁ Ἀμμώνιος εἶτα εἶτα ] εἶτα ταῦτα ? τοὺς ἄλλους ἀνθρώπους εἶπεν ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό ὑπόθοιτο *: ὑποθοῖτο τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ εἰ δεῖ M: ἔδει τοῖς Ἀμμωνίοις Ἀμμωνείοις ? ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν τὴν ὑπόθεσιν. παυσαμένου δὲ τοῦ Ἀμμωνίου μᾶλλον ἔφην ἐγώ περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐπεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδέν ἔφη δεῖ περὶ τῶν ἐπεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας· ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ περὶ Eusebius Pr. Ev. 5, 17 Λεβάδειαν Λεβάδειαν *: λεβαδία ἡ ἡ Basileensis: ἢ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ post Μηδικὰ lac. 6 litt. in uno V 2 , post εὐδοκίμησεν lac. 8 litt. in eodem (ort. supplendum τὸ Πτῷον ) μὲν εὐδοκίμησεν οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ Ἀμφιάρεω και W: ἀμφιάρεως ἀπεπειράθη Μῦς ἀπεπειράθη Μῦς *: ἀπεπειράθημεν ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν ὁ μὲν W: ὡς ὁ μὲν οὖν τοῦ Πτῴου Πτῴου W μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος lac. 8 litt. in V 2 τὸ πρὸ τοῦ τὸ πρὸ τοῦ W: τὸ πρὸς τοὺς τότε τῇ τότε τῇ Madvigius τῶν βαρβάρων χρησμὸν χρησμὸν Basileensis: χρήσιμον ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν τῶν Turnebus παρόντων prima lac. 15 litt. in V 2 fort. supplenda: [ αὐτὸν ἀλλʼ ἢ μόν ] ον ὃν ἐκεῖνον, ὡς secunda lac. 12 litt. in V 2 , tertia 11 litt. Fort. supplendum: ὥσπερ τοῦ θεοῦ διὰ (aut ὡσπερ σαφέστατα ) τοῦ ἐνθουσιασμοῦ δηλοῦντος ὅτι τοῖς βαρβάροις cett. τοῦ ἐνθουσιασμοῦ τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ οὐδὲ R: οὐ δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος δοῦλος ] Λυδὸς W ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα, πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος, παριέντος R: παρόντος ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων · ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν lac. 4 litt. in V 2 fort. supplenda: ἄχρι νῦν [ οὕτ ] ως ἔνιοι . Cf. Vit. Pel. c. 16 ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆσ.