καὶ ὁ Σαραπίων νοσοῦμεν γάρ εἶπεν ὦ εὖπεν ὦ Basileensis: ἔν τε νῷ Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι. τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη χριομένη Vulcobius: χριομένην μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη ἀμπεχομένην κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ κάτεισιν εἰς τὸ ἄδυτον οὐδʼ R: καί τισιν εἰς τὸ οὐδὲ ἐπιθυμιᾷ κασίαν κασίαν Duebnerus: κασσίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον. οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; Σίβυλλα δὲ μαινομένῳ στόματι καθʼ Ηράκλειτον Ἡράκλειτον ] Bywater p. 5 ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται ἐτέων ἐξικνέεται idem τῇ φωνῇ διὰ τὸν θεόν. ὁ δὲ Πίνδαρος Πίνδαρος ] Bergk. 1 p. 380 ἀκοῦσαι ἀκούσας codd. mei (BE) φησὶ τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν μουσικὰν Amyotus: οὐ μουσικὰν ὀρθάν οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν. ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης Ἀτης Vulcobius (cf. Hom. T 126): αὐτῆς ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν. εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος, ὁ Θέων μειδιάσας ὁ Σαραπίων μέν εἶπε τὸεἰωθὸς ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ Ἀτης καὶ Duebnerus: αὐτῆς τῆς ἡδονῆς παραπεσόντος ἀπολαύσας ἡμεῖς δʼ ὦ Βόηθε, κἂν ᾖ κἂν ᾗ ] κἂν ᾖ κἂν μὴ ᾗ ? φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίζωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, ἀλλʼ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος, ὡς ἑκάστη πέφυκε κινεῖσθαι τῶν προφητίδων. καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς· χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ ita Abreschius: καλλιγραφία τῶν βασιλικῶν. οὐ γὰρ ἔστι θεοῦ ἡ γῆρυς οὐδʼ ὁ φθόγγος οὐδʼ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον· ὁ γὰρ ἐνθουσιασμὸς; τοιοῦτόν ἐστι. καθόλου δʼ εἰπεῖν, ὑμᾶς τοὺς τοῦ Ἐπικούρου προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας κἀκείνας W: κακίας αἰτιᾶσθε αἰτιᾶσθε Leonicus: αἰτιᾶσθαι τὰς πάλαι προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ διὰ τῶν · ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι. καὶ ὁ Διογενιανός μὴ παῖζʼ εἶπεν ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν. οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων, Ἑλλήνων Stegmannus: ἀλλήλων ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς πῶς Duebnerus: ὡς πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις καὶ λόγοις ] καὶ ἄλλοις μέτροις R ex p. 402 b χρώμενον. ὑπολαβὼν οὖν ὁ Θέων ἀλλὰ καὶ νῦν εἶπεν ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον. ἔασον οὖν γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθʼ ἡσυχίαν διαπορήσεις ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου· καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπʼ εὐκολίας ἀκροατὴν αὑτόν· ἀκούσας δʼ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν, αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε. κἀγὼ τῶν ὁμοίων ἅμα συνανεμίμνησκον, οἷα δὴ τοῦ Ἱέρωνος Ἱέρωνος ] cf. Xenoph. Hist. Gr. VI 4, 9 μὲν τοῦ Σπαρτιάτου, ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέπεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δʼ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας. ὁ δʼ αὐτοῦ τοῦ τοῦ ] om. BE et ommiti potest Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον. ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον. ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος· ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον. Ἀριστοτέλης Ἀριστοτέλης ] Rhet. III 11. c. Fragm. 130 (ed. Teubner.) μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ τἀνταυθὶ ] Abreschius μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ· καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδʼ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος;. καὶ ὁ Βόηθος ναί εἶπεν· οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον. ταὐτόματον *: τὸ αὐτόματον εἶτʼ ἔφην ἐγώ τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, ἐοικέναι ] πεποιηκέναι ? καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι διαχυθῆναι Usenerus καὶ παρεγκλῖναι μήτε πρότερον μήθʼ ὕστερον, ἀλλὰ ἀλλὰ ] ἀλλʼ ἢ ? κατʼ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος; ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον; καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφʼ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων· ὁ θεὸς δʼ, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδʼ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν αἰτίαν Leonicus: ἑστίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων;ʼ τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ περὶ τῶν Σιβυλλείων. ἐπειδὴ γὰρ ἔστημεν κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφʼ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν σιβύλλαν BE ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν (ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἐκ Μαλιέων * ( ἐκ Μαλιαίων Clem. Alex. p. 358 Pott. ubi pro Σιδῶνος leg. Ποσειδῶνος ): εἰς Μαλεῶνα ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος), ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς ὕμνησεν ἑαυτήν, ὡς οὐδʼ ἀποθανοῦσα λήξει μαντικῆς· ἀλλʼ αὐτὴ αὐτὴ R: αὔτη μὲν ἐν τῇ σελήνῃ περίεισι τὸ καλούμενον φαινόμενον γενομένη πρόσωπον, τῷ δʼ ἀέρι τὸ πνεῦμα συγκραθὲν ἐν φήμαις ἀεὶ φορήσεται καὶ κληδόσιν· ἐκ δὲ τοῦ σώματος μεταβαλόντος ἐν τῇ γῇ πόας; καὶ ὕλης ἀναφυομένης, βοσκήσεται ταύτην ἱερὰ θρέμματα, χρόας τε παντοδαπὰς ἴσχοντα καὶ μορφὰς καὶ ποιότητας ἐπὶ τῶν σπλάγχνων ἀφʼ ὧν αἱ προδηλώσεις ἀνθρώποις τοῦ μέλλοντος. ὁ δὲ Βόηθος ἔτι μᾶλλον ἦν φανερὸς καταγελῶν τοῦ δὲ ξένου εἰπόντος, malim τοῦ ξένου δʼ εἰπόντος ὡς, εἰ καὶ ταῦτα μύθοις ἔοικεν, ἀλλὰ ταῖς γε γε R: τε μαντείαις ἐπιμαρτυροῦσι πολλαὶ μὲν ἀναστάσεις καὶ μετοικισμοὶ πόλεων Ἑλληνίδων, πολλαὶ δὲ βαρβαρικῶν στρατιῶν ἐπιφάνειαι καὶ ἀναιρέσεις ἡγεμονιῶν· ταυτὶ δὲ τὰ πρόσφατα καὶ νέα πάθη περί τε Κύμην καὶ Δικαιάρχειαν Δικαιάρχειαν *: δικαιαρχίαν οὐχ ὑμνούμενα πάλαι καὶ ᾀδόμενα διὰ τῶν Σιβυλλείων ὁ χρόνος ὥσπερ ὀφείλων ἀποδέδωκεν, ἐκρήξεις πυρὸς ὀρείου καὶ ζέσεις θαλασσίας, καὶ πετρῶν καὶ φλεγμονῶν ὑπὸ πνεύματος ἀναρρίψεις, καὶ φθορὰς πολεων ἅμα τοσούτων καὶ τηλικούτων, ὡς μεθʼ ἡμέραν ἐπελθοῦσιν ἄγνοιαν εἶναι καὶ ἀσάφειαν ὅπου κατῴκηντο τῆς χώρας συγκεχυμένης; ταῦτα γὰρ εἰ γέγονε πιστεῦσαι χαλεπόν ἐστι, μὴ τί γε προειπεῖν ἄνευ θειότητος καὶ ὁ Βόηθος ποῖον γάρ εἶπεν ὦ δαιμόνιε, τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει; τί δʼ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου; καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλʼ εἰπεῖν, μᾶλλον δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον· οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως. διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον. ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ δικαίως ἀναμένει τὴν ἐκ ταὐτομάτου ταὐτομάτου *: τοῦ αὐτομάτου πίστιν οὐδʼ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος τῷ τῷ Emperius γενομένῳ idem: γενομένου μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης· μᾶλλον μᾶλλον R: καλ cum lac. 1-2 litt. cf. Nauck p. 674 δʼ δʼ μὲν εἰκάζων καλῶς, ὃν ἄριστον μάντιν ἀνηγόρευκεν ἡ παροιμία, ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι. Σίβυλλαι δʼ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρτως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντοδαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων· οἷς, οἶς ] iungas cum ὁμοίως γιγνομένων ἐνίων ἀπὸ τύχης, ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν κἂν ] καὶ mei codd. ὕστερον ἀληθές, ἀληθὲς Emperius εἰ τύχοι, γένηται.