οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ διπλόης τινὸς ἔδει καὶ περιαγωγῆς καὶ ἀσαφείας ἔστιν ὅτε τοῖς παλαιοῖς. οὐ γὰρ ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησόμενος οὐδʼ ὁ, δεῖνα περὶ ἐργασίας, ἀλλὰ πόλεις μέγα δυνάμεναι καὶ βασιλεῖς καὶ τύραννοι μέτριον οὐδὲν φρονοῦντες ἐνετύγχανον τῷ θεῷ περὶ πραγμάτων οὓς ἀνιᾶν καὶ παροξύνειν ἀπεχθείᾳ πολλὰ τῶν ἀβουλήτων ἀκούοντας οὐκ ἐλυσιτέλει τοῖς περὶ τὸ χρηστήριον. οὐ πείθεται γὰρ ὁ θεὸς τῷ Εὐριπίδῃ ὥσπερ τῷ Εὐριπίδῃ ὥσπερ W: ὥσπερ τῷ Εὐριπίδῃ Cf. Eur. Phoen. 958 νομοθετοῦντι καὶ λέγοντι Φοῖβον ἀνθρώποις μόνον χρῆν χρῆν Euripides: χρὴ θεσπιῳδεῖν. χρώμενος δὲ θνητοῖς ὑπηρέταις καὶ προφήταις, ὧν κήδεσθαι προσήκει καὶ φυλάττειν, ὅπως; ὑπʼ ἀνθρώπων οὐκ ἀπολοῦνται πονηρῶν θεῷ λατρεύοντες, ἀφανίζειν μὲν οὐ θέλει τἀληθές, τἀληθές *: τὸ ἀληθές παρατρέπων δὲ τὴν δήλωσιν αὐτοῦ αὐτοῦ ] sc. τοῦ ἀληθοῦς καθάπερ αὐγὴν ἐν τῇ ποιητικῇ πολλὰς; ἀνακλάσεις λαμβάνουσαν καὶ πολλαχοῦ περισχιζομένην, ἀφῄρει τὸ ἀντίτυπον αὐτοῦ καὶ σκληρόν. ἐχρῆν ἐχρῆν R: ἦν δʼ ἄρα καὶ τυράννους ἀγνοῆσαι καὶ πολεμίους μὴ προαισθέσθαι. τούτοις οὖν περιέβαλεν ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον, οὐ διέφευγον αὐτοὺς οὐδὲ παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας ὅθεν εὐηθέστατός ἐστιν ὁ τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλʼ ἕτερον οἴεται δεῖν βοηθεῖν ὁ θεός, ἐγκαλῶν καὶ συκοφαντῶν. ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν ἔδει ἔδει Basileensis: ἔτι μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ καὶ R δυσεξεύρετοι μακρὰν μακρὰν *: μακρὸν ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ τὸν ἴστε γὰρ τὸν R: εἰς γὰρ τὸ χῖον καὶ Κρήτινον καὶ lacuna (1-2 litt. in E) Νήσιχον καὶ Φάλανθον, Φάλανθον Basileensis: φάλαινθον ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν· ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος. Βάττος ] cf. Aristot. Fragm. 611, 16 ἔδοξε ἔδοξε R: ἔλεξε γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφʼ ὃν ἐπέμφθη τόπον· εἶθʼ ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν ὁ θεὸς αἰ τὺ ἐμεῦ Λιβύαν αἴ τυ ἐμεῦ Λιβύαν W ex Herod. 4, 157: μελιβύαν praemissa lac. (7 litt. in E) μαλοτρόφον οἶσθας ἄρειον, Λιβύην μηλοτρόφον οἶδας ἄμεινον Herodotus μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ· οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην Ὀρχαλίδην Vit. Lys. c. 29: ἀρχελίδην λόφον καὶ Ἀλώπεκον ἀλώπεκον eadem: ἀλώπηκον προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν γῆς τε δράκονθʼ δράκονθʼ Duebnerus: δράκοντα υἱὸν δόλιον κατόπισθεν ἰόντα, μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου ὑπὸ Νεοχώρου Ἁλιαρτίου Vit. Lys. 1. 1.: ὑφ’ ὧν ὁ χῶρος Ἁλιάρτου ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν. ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι. τὰ δὲ νῦν πράγματα καθεστῶτα, περὶ ὧν ἐρωτῶσι τὸν θεόν, ἀγαπῶ μὲν ἔγωγε καὶ ἀσπάζομαι· πολλὴ γὰρ εἰρήνη καὶ ἡσυχία, πέπαυται δὲ πόλεμος, καὶ πλάναι καὶ στάσεις οὐκ εἰσὶν οὐδὲ τυραννίδες, οὐδʼ ἄλλα νοσήματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυδυνάμων φαρμάκων πολυδυνάμων φαρμάκων R: πολυφαρμάκων δυνάμεων χρῄζοντα καὶ περιττῶν. ὅπου δὲ ποικίλον οὐδὲν οὐδʼ ἀπόρρητον οὐδὲ δεινόν, ἀλλʼ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις εἰ γαμητέον εἰ πλευστέον εἰ δανειστέον τὰ δὲ μέγιστα πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι καὶ βοτῶν ἐπιγονῆς καὶ σωμάτων ὑγιείας· ὑγιείας *: ὑγείας ἐνταῦθα περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον. ἡ δὲ Πυθία καὶ καθʼ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δʼ ἐκεῖ κατέλθῃ καὶ γένηται παρὰ τῷ θεῷ, πλέον ἀληθείας ἀληθείας Exemplum Turnebi. In codd. lac. 20 litt. in E, 10 in B ἢ δόξης ἐκείνῃ μέλει ἢ δόξης ἐκείνῃ μέλει *: ἢ ἐκείνῃ μέλει δόξης καὶ ἀνθρώπων ἐπαινούντων ἢ ψεγόντων. ἔδει δʼ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως· νῦν δʼ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων τρισχιλίων Basileensis: τρισχισμὸν ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπολογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτʼ ἴσμεν οὔτʼ εἰδέναι προσῆκον ἡμῖν ἐστι· παραμυθούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶντες· αὐτῷ γάρ γάρ ] μέν Homerus οἱ πρῶτον ἀνιηρώτερον ἀνιηρώτερον Homerus β 190: ἀνιηρότερον ἔσται τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν· ὥστε ταυτὶ μὲν τὰ προγεγραμμένα τῶν σοφῶν τό γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν ἀποδέχεσθε καὶ θαυμάζειν ἀποδέχεσθε καὶ θαυμάζετε R: ἀποδέχεσθαι καὶ θαυμάζειν οὐχ ἣκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως καὶ ἁπλῶς καὶ διʼ εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθε. καὶ τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ διαύγειαν, διαύγειαν supplevit Turnebus lacunam codd. (11 litt. in E) ἀλλʼ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους. ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ πέρατʼ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδʼ ἀμφιβολίαν ἀλλʼ εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος ἀνεπισφαλὴς καὶ ἀνυπεύθυνος Madvigius. Sed cf. p. 484 c οὐδένα καθʼ αὑτῆς ἔλεγχον ἄχρι νῦν παραδέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβαρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, οἰκοδομημάτων δʼ ἐκαλλώπισε δ’ ἐκαλλώπισε *: δέ κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυονικαῖς. ὁρᾶτε ὁρᾶτε ] malim ὁρᾶτε δὲ (vel γὰρ ) δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δʼ ἀνειλημμένα τῶν συγκεχυμένων καὶ διεφθαρμένων. ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται, συναναβιώσκεται ? διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν. οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ καὶ περιουσίᾳ γάλακτος προβάτων προβάτων bescio quis: προπάντων . Cf. Bergk. 3 p, 719 γὰρ ἐκ πάντων κελάρυξεν, ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ, θάλεον γάλα· τοὶ δʼ ἐπίμπλων ἐσσύμενοι πίθους· ἀσκὸς δʼ οὐδέ τις ἀμφορεὺς ἐλίνυʼ ἐν δόμοις, κρηνᾶν - - - δόμοις Bergkius: κρηνάων - θήλεον - ἐνεπίμπλων - οὔτε τις ἐλίννυε δόμοις πέλλαι γὰρ γὰρ Bergkius: δὲ ξύλινοί ξύλινοι ] λίθινοι idem τε τε idem πίθοι πλᾶσθεν πλῆσθεν BE ἅπαντες. ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιηκώς. καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφʼ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκράτους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφροντίζοντα καὶ παρασκευάζοντα lacuna (20 fere litt. in E) ἀλλʼ οὐκ ἔστιν ἄλλως ὅτι ἄλλως ὅτι ] corrupta. ἀληθῶς εἰπεῖν ? τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι διʼ ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον. ἀλλʼ ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες. ὧν παιδικόν παιδικὸν Duebnerus: καὶ ἄδικον ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος· ὡς ὡς *: καὶ γὰρ οἱ παῖδες ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες γεγήθασι καὶ ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας καὶ τὰς μεταφορὰς καὶ τὰς μεταφορὰς nescio quis: τῆς μεταφορᾶς τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικόν, ἐπιποθοῦσι κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδʼ αὑτῶν αὐτῶν *: αὐτῶν ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν.