ἐκεῖνο δʼ οὐ λέγεις εἶπεν ἅτερος τῶν περιηγητῶν ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ ἀρτοποιοῦ ] malim hic et infra ἀρτοπόπου quo ducit lectio ἀρτόπου χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε lac. 13 litt. in E. Fort. supplenda: Ναί, ἔφη Θέων πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν. λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν· ἐπιβουλεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ, ἀρτοποιῷ Leonicus: ἀρτόπῳ . Item p. 47 lin. 2 καὶ κελεῦσαι διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι παραθεῖναι R: παραδοῦναι τὴν δʼ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον. ἀνθʼ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντʼ ἐκεῖνον. ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, ἀγαπᾶν scripsi cum Stegmanno: ἄγαν οἷον τὸ Ὀπουντίων. ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον ὅσον ] ὅσιον Madvigius. Malim ὅσον ἧν ὅσιον ἀργύριον, ἀργυρίου BE ὑδρίαν ὑδρίαν R: ὑδρίον ἔπεμψαν ἔπεμψαν Cobetus: ἀνέπεμψαν ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν. ἐγὼ δὲ καὶ Μυριναίους Μυριναίους R: μυρίνας ἐπαινῶ καὶ Ἀπολλωνιάτας θέρη χρυσᾶ δεῦρο πέμψαντας· ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας, ἀνθρώπων ἀπαρχαῖς; δωρησαμένους τὸν θεόν, ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέσιον καὶ φιλάνθρωπον αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον. ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ Σκυθίνῳ Emperius: σκυθινῷ . vid. Bergk. 2 p. 507 λέγοντι περὶ τῆς λύρας, ἣν ἁρμόζεται Ζηνὸς εὐειδὴς; Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος συλλαβών ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος. ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ὁ ξένος· ἡδὺ μέν ἔφη τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δʼ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν· ὥστʼ, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες. οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος· ὡς δυεῖν θάτερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας. περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ τοῦ Emperius νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θʼ ὕδωρ lac. 8 litt. in E ἀποβλέποντες ὥστʼ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ. Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης Σιμωνίδης ] Bergkius 3 p. 409 ἔνθα χερνίβεσσιν εἰρύεται ἀρύεται Turnebus τὸ τὸ Bergkius: τε Μοισᾶν Μοισᾶν Schneidewinus: μουσᾶν καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ. μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών ἁγνᾶν ἐπίσκοπον, hinc ἀγνὰ ἐπίσκοπε Κλειοὶ effecit Bergk. 3 p. 410 χερνίβων φησὶ πολύλιστον ἀραιόν τέ ἐστιν ἀραιόν τέ ἐστιν ] ἀρυόντεσσιν Emperius ἀχρυσόπεπλον Lac. 13 litt. in E εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν ἐραννὸν Emperius ὕδωρ λαβόν. οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι. πεφήνασι ( πεφύκασι E)] γε φήσασι ? πεπεικόσι ? τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ διὰ W τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι, συμφέρετε πτερά, πτερά τʼ Emperius. πτερόν ? οἰωνοί, κηρόν τε, μέλισσαι ὅτε τῷ θεῷ ὅτε τῷ θεῷ ] aliquid labis contraxisse vid. Ante ὅτε lac. statuit R. ὅτε τῶν θεῶν (sc. Μουσῶν ) Benselerus ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν. ὁ Σαραπίων ἐπιεικέστερα ταῦτʼ εἶπεν ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν θεὸν Amyotus: θέωνα μηδʼ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δʼ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν. ὀρθῶς ἔφην ἐγὼ λέγεις, ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς· ὕστερον δʼ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ· διὰ σοῦ δʼ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις. οὐδʼ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν τὴν εἰς αὐτὸν *: εἰς αὐτὴν ἀναφερομένην *)astrologi/an . Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου · καθʼ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν θαυμάζειν R: θαυμάζει ὅτι Lac. 78 fere litt. in E οὐδὲν γάρ ἐστι δεινὸν οὐδʼ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον. ὑπολαβὼν δʼ ὁ Θέων ἀλλὰ ταῦτα μέν εἶπε μεγάλας ἔσχηκε τῷ ὄντι παραλλαγὰς καὶ καινοτομίας τῶν δʼ ἐνταῦθα πολλοὺς ἴσμεν ἴσμεν χρησμοὺς * χρησοὺς καὶ τότε καταλογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόντων· Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης Θουκυδίδης ] 1, 118 ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ κράτος, νίκην καὶ κράτος ] similiter p. 412 c καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος· ἄκλητος Thucydides καὶ Παυσανίαν Παυσανίαν ] Πλειστοάνακτα W ex. Thucyd. 5, 16 εἰ μὴ καταγάγοιεν ἀργυρέᾳ εὐλάκᾳ εὐλάκᾳ R ex Thucyd. 1. 1. Eius loco lac. 8 litt. in E εὐλάξειν εὐλάξειν idem: συλλέξειν Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ μαντευομένοις στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἀνάγειν τῆς Ἀθηνᾶς· ἐκαλεῖτο δʼ Ἡσυχία τὸ γύναιον. Δεινομένους δὲ τοῦ Σικελιώτου μαντευομένου περὶ τῶν υἱέων, ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν· ὑποτυχόντος δὲ τοῦ Δεινομένους οἰμωξόμενοί γʼ ὦ δέσποτʼ Ἄπολλον, καὶ τοῦθʼ οἱ οἱ R: σοι ἔφη διδόναι καὶ προσαναιρεῖν; ἴστε τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν ὁ δὲ τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς τοίνυν ὁ Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανόμως ἀνεῖλε καὶ Τίμαρχον ἀπʼ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε, καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν· ἔπραξε δὲ ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου, τῶν ἄλλων ἀγνοούντων. ὕστερον δὲ τῶν πραγμάτων αὐτῷ ταραττομένων, ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν ἀδελφὸν ἐν ἀπορρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν ὁ θεὸς διδόναι Προκλεῖ φυγὴν καὶ μετάστασιν, ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν Αἰγινήτην ξένον ἢ ὅπου τὸ κέρας; ἀποβάλλει ὁ ἔλαφος. συνεὶς οὖν ὁ τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν ἢ κατορύττειν ὁ θεὸς (οἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν ὀλίγον χρόνον, εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν γενομένων, ἐξέπεσε. λαβόντες δʼ αὐτὸν οἱ τοῦ Τιμάρχου φίλοι καὶ διαφθείραντες ἐξέβαλον τὸν νεκρὸν εἰς τὴν θάλασσαν. ὃ δʼ ἐστὶ μέγιστον, αἱ ῥῆτραι, διʼ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῷ καταλογάδην. Ἀλυρίου Ἀλυπίου R τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ· τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων τῶν ἄλλων ] τῶν πολλῶν Herwerdenus καὶ τότʼ ἤδη καταλογάδην ἐκφερομένων. ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα ἕνεκα καὶ ] ἕνα καὶ W. Fort. ἕνα ἀναγκαὶον ( τι ) καὶ πρᾶγμα περιβόητον πεποίηκε. μισογύνου γὰρ μισογύνου γὰρ X: μισοῦν γὰρ Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀπθδείκνύθυσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε ἔφευγε Emperius: ἔφυγε τὴν ἄνθρωπον ἀναπαυομένῳ δʼ, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν θεὸν εἴ τις εἴη παραίτησις ἢ λύσις· ἔλαβε δὲ τόνδε τὸν χρησμὸν ἅπαντα τἀναγκαῖα τἀναγκαῖα R: ἀναγκαῖα συγχωρεῖ θεός οὐ μὴν ἀλλὰ δοὺς ἄν ἂν ] αὖ ? τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθʼ ἡμᾶς, μᾶλλον διαπορήσει διαπορήσει ] διαπορήσειε R περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν ἐν Duebnerus μέτροις ποτὲ δʼ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. ἔστι δʼ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν, καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.