<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg091.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><milestone n="399b" unit="stephpage" xml:id="stephpage-399b"/><p rend="indent"><said who="#Φιλῖνος" rend="merge">τοιαῦτα τοῦ Βοήθου διελθόντος, ὁ Σαραπίων <q>δίκαιον</q> ἔφη <q>τὸ ἀξίωμα περὶ τῶν οὕτως, ὡς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> X</note> <milestone n="5" unit="tlnum"/> λέγει Βόηθος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων· εἰ νίκη στρατηγῷ προείρηται, νενίκηκεν· <q>εἰ πόλεως ἀναίρεσις, ἀπόλωλεν</q> ὅπου δʼ οὐ μόνον λέγεται τὸ γενησόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετά τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα <milestone n="10" unit="tlnum"/> γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις. καὶ ταῦτʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα</foreign>] <foreign xml:lang="grc">τοιαῦτα</foreign> X</note> ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα· <quote rend="blockquote"><l> φράζεο δή,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φράζεο δή κέ</foreign>] cf. Paus. 3, 8</note> Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, </l><l>μὴ σέθεν ἀρτίποδος βλάψῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βλάστῃ</foreign> Pausanias</note> χωλὴ βασιλεία. </l><l> δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι, <milestone n="15" unit="tlnum"/> <milestone n="399c" unit="stephpage" xml:id="stephpage-399c"/> </l><l>φθισίβροτὸν τʼ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο </l></quote> καὶ τὰ περὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περί</foreign>] <foreign xml:lang="grc">τὰ περὶ</foreign>?</note> τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας; θάλασσα· καὶ περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον· <quote rend="blockquote"><l> ἀλλʼ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται <milestone n="20" unit="tlnum"/> </l><l>Φοινίκων ἐν ἀγῶνι, τότʼ ἔσσεται ἔργα ἄπιστα· </l><l> πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν </l><l> πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν </l><l> ἄμμιγα σὺν πέτρᾳ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σὺν πέτραις</foreign> R</note> ἡ δὲ στηρίξεται αὐτοῦ </l><l>οὐ φατὸς ἀνθρώποις νῆσος καὶ χείρονες ἄνδρες <milestone n="25" unit="tlnum"/> </l><l> χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι. </l></quote> <pb xml:id="v.3.p.41"/> τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων <milestone n="399d" unit="stephpage" xml:id="stephpage-399d"/> περιγενέσθαι καταπολεμήσαντας Ἀννίβαν, καὶ Φίλιππον Αἰτωλοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι, καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι <milestone n="5" unit="tlnum"/> μετὰ πυρὸς πολλοῦ καὶ κλύδωνος ἐπιζέσαντος, οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τύχην καὶ</foreign> Stegmannus: <foreign xml:lang="grc">τύχην</foreign> </note> αὐτομάτως, ἀλλʼ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ πρὸς ἅπαντα <milestone n="10" unit="tlnum"/> τὰ ἔθνη πολεμήσοιεν ἅμα· τοῦτο δʼ ἦν τὸ πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν. ἐν τούτοις γὰρ οὐδὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν ἀμφί τε τύχην ζητεῖν ἐν <milestone n="399e" unit="stephpage" xml:id="stephpage-399e"/> ἀπειρίᾳ ὁ λόγος ἀλλὰ πολλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμφί τε - πολλὰ</foreign>] <foreign xml:lang="grc">ἀφεῖται, ὥστε τύχην ζητεὶν ἐν ἀπειρίᾳ· ὁ δὲ λόγος ἄλλα τε πολλὰ</foreign>?</note> τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, βαδίζει τὸ πεπρωμένον. <milestone n="15" unit="tlnum"/> οὐ γὰρ οἶμαὶ τινʼ ἐρεῖν, ὅτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι</foreign>] <foreign xml:lang="grc">ὅτι τι</foreign>?</note> μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">ὥν</foreign>?</note> προερρήθη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προερρέθη</foreign> BE</note> οὐκ ἔγραψε τὰς <title>*kuri/as</title> ὑμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμὶν</foreign> Usenerus (vid. Epicurea p. 342): <foreign xml:lang="grc">ἡμὶν</foreign> (<foreign xml:lang="grc">μὶν</foreign> BE praemissa lacunula 1-2 litt.)</note> Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλʼ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτω πρὸς ἄλληλα τῶν γραμμάτων συνεμπεσόντων, <milestone n="20" unit="tlnum"/> ἀπετελέσθη τὸ βιβλίον;ʼ</q> </said></p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φιλῖνος" rend="merge">ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ <milestone n="399f" unit="stephpage" xml:id="stephpage-399f"/> τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν. <pb xml:id="v.3.p.42"/> οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις· τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν <milestone n="5" unit="tlnum"/> σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ <milestone n="400a" unit="stephpage" xml:id="stephpage-400a"/> τὸ καλούμενον Ἀστέριον παρʼ αὐτοῖς· μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους <milestone n="10" unit="tlnum"/> καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτʼ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σαραπίωνος</foreign>] dat hic cod. E</note> ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθʼ Ὁμήρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμήρου</foreign>] <foreign xml:lang="grc">γ</foreign> 1</note> λέγοντος ἀκηκοώς <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> ἠέλιος δʼ ἀπόρουσε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνόρουσε</foreign> Homerus</note> λιπὼν, περικαλλέα λίμνην· </quote> εἴτʼ Αἰγυπτίους ἑωρακὼς ἀρχὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχῆς</foreign>BE</note> ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας <milestone n="400b" unit="stephpage" xml:id="stephpage-400b"/> ἐγὼ <q>ποῦ σὺ πάλιν</q> εἶπον <q>ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ <milestone n="20" unit="tlnum"/> τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατάγων</foreign>] add. <foreign xml:lang="grc">ἀλλ’ ἀνάγων</foreign> R</note> τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρδομένους</foreign> W: <foreign xml:lang="grc">ἀρχομένους</foreign> </note> ὁ μὲν γὰρ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Tim.</title> p. 90 a</note> καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς <milestone n="25" unit="tlnum"/> κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν <pb xml:id="v.3.p.43"/> Ἐμπεδοκλέους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλέους</foreign>] Mullach. 1 p. 7</note> καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ γῆν</foreign>] <foreign xml:lang="grc">περιαυγῆ</foreign> W</note> ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις <quote rend="blockquote"> ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀταρβήτοισι</foreign> W: <foreign xml:lang="grc">ἀταρβήτοις</foreign> </note> προσώποις <milestone n="400c" unit="stephpage" xml:id="stephpage-400c"/> </quote> αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε <milestone n="5" unit="tlnum"/> τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χειροτεχνῶν</foreign> *: <foreign xml:lang="grc">χειροτέχνων</foreign> </note> πάρεργα παρέργως ἐξετάσωμεν. ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν. <milestone n="10" unit="tlnum"/> ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον <milestone n="400d" unit="stephpage" xml:id="stephpage-400d"/> ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ <milestone n="15" unit="tlnum"/> τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθʼ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλʼ ἕνα νομίζειν</q> καὶ ὁ Σαραπίων <q>σὺ γάρ</q> εἶπεν <q>οὐχ οὕτω νομίζεις ἀλλʼ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;ʼ</q> <q>ἔγωγʼ</q> εἶπεν <q>ὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλʼ <milestone n="20" unit="tlnum"/> αὕτη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">R: <foreign xml:lang="grc">αὐτὴ</foreign> </note> μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, ὁ δʼ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.</q> </said></p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φιλῖνος" rend="merge">ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων <milestone n="25" unit="tlnum"/> ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κυψέλου</foreign> X: <foreign xml:lang="grc">κυψέλλου</foreign> </note> τοῦ ἀναθέντος <milestone n="400e" unit="stephpage" xml:id="stephpage-400e"/> ἀλλὰ Κορινθίων ὀνομάζουσιν. ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ <pb xml:id="v.3.p.44"/> γοῦν δοκεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ἐμοὶ γοῦν ἐδόκει</foreign> R</note> σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ <q>τί δʼ εἶπον <q>ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῶν</foreign> R: <foreign xml:lang="grc">ὑμῶν</foreign> </note> μετεωρολεσχούντων; ἐπεὶ πρότερὸν γʼ</q> αὐτῶν ἠκούομεν λεγόντων, <milestone n="5" unit="tlnum"/> ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πίσση</foreign> BE</note> χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο <milestone n="10" unit="tlnum"/> μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν <milestone n="400f" unit="stephpage" xml:id="stephpage-400f"/>Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, <milestone n="15" unit="tlnum"/> εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν.</q> ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον. </said></p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φιλῖνος" rend="merge">ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι <milestone n="20" unit="tlnum"/> σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς <q>ἦν ἄρα τῆς αὐτῆς</q> ἔφη πόλεως <q>Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου <milestone n="401a" unit="stephpage" xml:id="stephpage-401a"/> τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δʼ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς.</q> καὶ ὁ Σαραπίων <q>τί δὲ ταῦτʼ</q> ἔφη <q>μακάριε, δυσχεραίνεις; <milestone n="25" unit="tlnum"/> ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι <pb xml:id="v.3.p.45"/> τρόπαιον.</q> ἰδὼν οὖν ὁ νεανίας <q>εἶτʼ οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶτ’ οὐ</foreign> R: <foreign xml:lang="grc">εἶτα</foreign> </note> περὶ Φρύνης</q> ἔφη <q>τοῦτʼ ἦν εἰρημένον τῷ Κράτητι;ʼ</q> <q>ναί</q> εἶπεν ὁ Σαραπίων· <q>Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. πολλὰ δʼ ὡς <milestone n="5" unit="tlnum"/> ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι. τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην <milestone n="401b" unit="stephpage" xml:id="stephpage-401b"/>Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι· τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ <milestone n="10" unit="tlnum"/> τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν., τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν <gap reason="lost"/><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 18 fere litt. in BE</note> ὠνομάσθαι φασκόντων. ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺ ʽ βλέψας πρὸς τὸν Θέωνἀ τουτὶ διαλῦσαι τὸ περὶ Φρύνης <milestone n="15" unit="tlnum"/> αἰτίαμα;</q> </said></p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φιλῖνος" rend="merge"> κἀκεῖνος ἡσυχῆ διαμειδιάσας <q>οὕτως</q> εἶπεν <milestone n="401c" unit="stephpage" xml:id="stephpage-401c"/> <q>ὥστε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥστε</foreign> R: <foreign xml:lang="grc">ὥς γε</foreign> </note> καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι. καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐστιώμενος</foreign> R: <foreign xml:lang="grc">αἰτιώμενος</foreign> </note> ἐν Καλλίου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καλλίου</foreign> idem: <foreign xml:lang="grc">καλλία</foreign> cf. Xen. <title>Symp.</title> 2, 3 sqq.</note> τῷ μύρῳ πολεμεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πολεμεῖ</foreign> R: <foreign xml:lang="grc">πολεμεῖν</foreign> </note> <milestone n="20" unit="tlnum"/> μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ <milestone n="25" unit="tlnum"/> περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων <pb xml:id="v.3.p.46"/> Ἑλληνικῶν ἀνάπλεων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνάπλεων</foreign> R: <foreign xml:lang="grc">ἀνάπλεω</foreign> </note> καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων <milestone n="401d" unit="stephpage" xml:id="stephpage-401d"/> αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς <q>Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων</q> καὶ ʽ <q>Ἀθηναῖοι <milestone n="5" unit="tlnum"/> ἀπὸ Κορινθίων</q> καὶ <q>Φωκεῖς ἀπὸ Θεσσαλῶν,</q> <q>Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων,</q> <q>Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων.</q> ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε· μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δωρεᾶς</foreign>] <foreign xml:lang="grc">χώρας</foreign> Emperius. Cf. Xen. <title>Cyrop.</title> IV 6, 7: <foreign xml:lang="grc">καὶ ἐλπίδα τινὰ λάβοιμι τῷ φίλῳ παιδὶ τιμωρίας ἄν τινος μετὰ σοῦ τυχεῖν</foreign> </note> ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι <milestone n="10" unit="tlnum"/> τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν. δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔχειν</foreign> BE</note> τίθεσθαι παρὰ τῷ θεῷ τοὺς <milestone n="401e" unit="stephpage" xml:id="stephpage-401e"/> βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης <milestone n="15" unit="tlnum"/> εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.</q> </said></p></div></div></body></text></TEI>