<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg090.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ <milestone n="386e" unit="stephpage" xml:id="stephpage-386e"/> δὴ Θέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇ παρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω περιυβρισμένῃ</foreign>] <foreign xml:lang="grc">αὑτῆς περιυβρισμένης</foreign>?</note> ἀκηκουίᾳ·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀκηκουίᾳ</foreign> *: <foreign xml:lang="grc">ἀκηκοῦια</foreign> </note> τοῦ δʼ Ἀμμωνίου λέγειν παρακελευομένου <milestone n="20" unit="tlnum"/> καὶ βοηθεῖν, <q>ἀλλʼ ὅτι μέν</q> ἔφη <q>διαλεκτικώτατος ὁ θεός ἐστιν, οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν τοῦ γὰρ αὐτοῦ δήπουθέν ἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας. ἔτι δʼ, ὥσπερ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] cf. p. 579 c</note> ἔλεγε, χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳ βωμὸν διπλασιάσωσιν, <milestone n="25" unit="tlnum"/> ὃ τῆς ἄκρας; ἕξεως περὶ γεωμετρίαν ἔργον ἐστίν, οὐ <pb xml:id="v.3.p.7"/> τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] deleverim</note> γεωμετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν · οὕτως ἄρα χρησμοὺς <milestone n="386f" unit="stephpage" xml:id="stephpage-386f"/> ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησι διαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς <milestone n="5" unit="tlnum"/> αὐτοῦ συνήσειν. ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁ συναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατον σχηματίζων ἀξίωμα · πῶς γὰρ τοιοῦτο τὸ συνημμένον, εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρία γνῶσιν, ἀκολούθου <milestone n="10" unit="tlnum"/> δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳ παραδέδωκεν ἡ φύσις; ὅτι γάρ <q>ἡμέρα καὶ φῶς ἔστιν</q> αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ <milestone n="387a" unit="stephpage" xml:id="stephpage-387a"/> ὄρνιθες· ὅτι δʼ <q>εἰ ἡμέρα, φῶς ἔστιν</q> οὐδὲν ἄλλο συνίησι πλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος <milestone n="15" unit="tlnum"/> ἐμφάσεώς τε καὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶ διαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ αἱ ἀποδείξεις τὴν κυριωτάτην ἀρχὴν λαμβάνουσιν. ἐπεὶ τοίνυν φιλοσοφία μέν ἐστι περὶ ἀλήθειάν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀποδείξεως δʼ <milestone n="20" unit="tlnum"/> ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέχουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστα <milestone n="387b" unit="stephpage" xml:id="stephpage-387b"/> τὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη· καὶ μάντις μὲν ὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢ παρῳχημένων. οὐδενὸς γὰρ. <milestone n="25" unit="tlnum"/> οὔτʼ ἀναίτιος ἡ γένεσις οὔτʼ ἄλογος ἡ πρόγνωσις· ἀλλʼ ἐπεὶ πάντα τοῖς γεγονόσι τὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεται καὶ συνήρτηται κατὰ διέξοδον ἀπʼ ἀρχῆς εἰς τέλος περαίνουσαν, ὁ <pb xml:id="v.3.p.8"/> τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλα καὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγειν <quote rend="blockquote"> τὰ τʼ ἐόντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τ’ ἐόντα</foreign> Homerus: <foreign xml:lang="grc">τε ὄντα</foreign> </note> τὰ τʼ ἐσσόμενα πρὸ τʼ ἐόντα. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. A 70</note> καὶ καλῶς Ὅμηρος πρῶτον ἔταξε τὰ παρόντα εἶτα <milestone n="5" unit="tlnum"/> τὸ μέλλον καὶ τὸ παρῳχημένον· ἀπὸ γὰρ τοῦ ὄντος <milestone n="387c" unit="stephpage" xml:id="stephpage-387c"/> ὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς <q>εἰ τόδʼ ἐστί, τόδε προηγεῖται</q> καὶ πάλιν <q>εἰ τόδʼ ἐστί, τόδε γενήσεται</q> τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηται γνῶσις ἀκολουθίας, τὴν δὲ <milestone n="10" unit="tlnum"/> πρόσληψιν ἡ αἴσθησις τῷ λόγῳ δίδωσιν. ὅθεν, εἰ καὶ γλίσχρον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γλίσχρον</foreign> W: <foreign xml:lang="grc">αἰσχρὸν</foreign> </note> εἰπεῖν, οὐκ ἀποστρέψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον, ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ προηγούμενου ἀκολουθίαν θέμενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ <milestone n="15" unit="tlnum"/> συμπέρασμα τῆς ἀποδείξεως. τὸν οὖν Πύθιον, εἰ <milestone n="387d" unit="stephpage" xml:id="stephpage-387d"/> δὴ μουσικῇ θʼ ἣδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τί θαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτʼ ἀσπάζεσθαι τοῦ λόγου τὸ μέρος καὶ ἀγαπᾶν, ᾧ μάλιστα καὶ πλείστῳ προσχρωμένους <milestone n="20" unit="tlnum"/> ὁρᾷ τοὺς φιλοσόφους; ὁ δʼ Ἡρακλῆς, οὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνα καὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶ κομιδῇ Βοιώτιος, ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶν τοῦ <q>εἰ</q> τὸ πρῶτον, τὸ δεύτερον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ τὸ πρῶτον, καὶ τὼ δεύτερον</foreign><quote xml:lang="lat">si primum, est et secundum</quote> Emperius</note> ὑποσπᾶν <milestone n="25" unit="tlnum"/> ἔδοξε βίᾳ τὸν τρίποδα καὶ διαμάχεσθαι πρὸς <milestone n="387e" unit="stephpage" xml:id="stephpage-387e"/> τὸν θεὸν ὑπὲρ τῆς τέχνης· ἐπεὶ προϊών γε τῷ <pb xml:id="v.3.p.9"/> χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος.</q> </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">παυσαμένου δὲ τοῦ Θέωνος, Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς <q>ὁρᾷς, ὡς <milestone n="5" unit="tlnum"/> ἀμύνει τῇ διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος; οὕτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτως</foreign> W: <foreign xml:lang="grc">οὐπω</foreign> </note> οὐδʼ ἡμᾶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> R: <foreign xml:lang="grc">ἡμᾶς</foreign> </note> τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους, καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα <milestone n="10" unit="tlnum"/> ποιουμένους καὶ κύριον, εἰκὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰκὸς</foreign> Exemplum Turnebi: <foreign xml:lang="grc">εἰδὼς</foreign> </note> ἡσυχίαν ἄγειν, <milestone n="387f" unit="stephpage" xml:id="stephpage-387f"/> ἀλλʼ ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲν ἐφʼ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου πρὸς τὰ ὅλα καὶ <milestone n="15" unit="tlnum"/> κυρίου σημεῖον ἀριθμοῦ τετιμῆσθαι τῆς πεμπάδος, ἀφʼ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν ὠνόμαζον.</q> ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος, ἀλλʼ ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δʼ ἔμελλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ἔμελλον</foreign> R: <foreign xml:lang="grc">δὲ μέλλων</foreign> </note> εἰς πάντα τιμήσειν τὸ <milestone n="20" unit="tlnum"/> <q>μηδὲν ἄγαν</q> ἐν Ἀκαδημείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδημείᾳ</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίᾳ</foreign> </note> γενόμενος. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷ λύειν τὴν ἀπορίαν; <q>ἐπεὶ γάρ</q> ἔφην <q>εἰς τὸ <milestone n="388a" unit="stephpage" xml:id="stephpage-388a"/> ἄρτιον νενεμημένου παντὸς ἀριθμοῦ καὶ τὸ περιττὸν τὸν ἡ μὲν μονὰς ἀμφοτέρων ἐπίκοινός ἐστι τῇ <milestone n="25" unit="tlnum"/> δυνάμει (διὸ καὶ προστιθεμένη τὸν μὲν περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δʼ ἄρτιον περιττόν̓) <pb xml:id="v.3.p.10"/> ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦ τὰ τρία ποιοῦνται, τὰ δὲ πέντε γεννᾶται τούτων πρὸς ἀλλήλους μιγνυμένων εἰκότως; ἔσχηκε τιμὴν πρῶτος ἐκ πρώτων ἀποτελούμενος, καὶ γάμος ἐπωνόμασται <milestone n="5" unit="tlnum"/> τῇ τοῦ ἀρτίου πρὸς τὸ θῆλυ περιττοῦ δʼ αὖ πρὸς τὸ ἄρρεν ὁμοιότητι· ταῖς γὰρ εἰς ἴσα τομαῖς τῶν ἀριθμῶν, ὁ μὲν ἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν ἀρχὴν οἷον ἐν ἑαυτῷ καὶ χώραν, <milestone n="388b" unit="stephpage" xml:id="stephpage-388b"/> ἐν δὲ τῷ περιττῷ ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> παθόντι μέσον ἀεὶ περίεστι <milestone n="10" unit="tlnum"/> τῆς νεμήσεως γόνιμον·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γόνιμον</foreign>] <foreign xml:lang="grc">μόριον</foreign> Emperius</note> ᾗ γονιμώτερός ἐστι τοῦ ἑτέρου, καὶ μιγνύμενος ἀεὶ κρατεῖ κρατεῖται δʼ οὐδέποτε γίγνεται γὰρ ἐξ ἀμφοῖν κατʼ οὐδεμίαν μῖξιν ἄρτιος ἀλλὰ κατὰ πάσας περιττός. ἔτι δὲ μᾶλλον αὐτὸς ἐπιβάλλων αὑτῷ καὶ συντιθέμενος δείκνυσι <milestone n="15" unit="tlnum"/> τὴν διαφορὰν ἑκάτερος· ἄρτιος μὲν γὰρ οὐδεὶς ἀρτίῳ συνελθὼν περισσὸν παρέσχεν οὐδʼ ἐξέβη τὸ οἰκεῖον ὑπʼ ἀσθενείας ἄγονος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄγονος</foreign> X: <foreign xml:lang="grc">ἀπόγονος</foreign> </note> ὢν ἑτέρου καὶ ἀτελής <milestone n="388c" unit="stephpage" xml:id="stephpage-388c"/> περισσοὶ δὲ μιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνιμον ἀποτελοῦσι. τὰς δʼ ἄλλας <milestone n="20" unit="tlnum"/> οὐκ ἄν τις ἐν καιρῷ νῦν ἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν. ὡς οὖν ἄρρενός τε τοῦ πρώτου καὶ θήλεος ὁμιλίᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμιλίᾳ</foreign> W: <foreign xml:lang="grc">ὁ μὴ διὰ</foreign> </note> τὰ πέντε γιγνόμενα γάμον οἱ Πυθαγόρειοι προσεῖπον. ἔστι δʼ καὶ φύσις λέλεκται τῷ περὶ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign> *: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> πολυπλασιασμῷ πάλιν εἰς <milestone n="25" unit="tlnum"/> ἑαυτὸν περαίνων. ὡς γὰρ ἡ φύσις λαβοῦσα πυρὸν ἐν σπέρματι καὶ χεαμένη πολλὰ μὲν ἐν μέσῳ φύει <pb xml:id="v.3.p.11"/> σχήματα καὶ εἴδη, διʼ ὧν ἐπὶ τέλος ἐξάγει τὸ ἔργον, ἐπὶ πᾶσι δὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ τέλει τοῦ παντός· οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς πολλαπλασιάσωσιν, εἰς ἑτέρους τελευτώντων <milestone n="5" unit="tlnum"/> <milestone n="388d" unit="stephpage" xml:id="stephpage-388d"/> τῇ αὐξήσει, μόνος ὁ τῶν πέντε καὶ ἓξ γενόμενος τοσαυτάκις αὑτοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὺς</foreign> *: <foreign xml:lang="grc">αὐτοὺς</foreign> </note> ἀναφέρουσι καὶ ἀνασῴζουσιν. ἑξάκις γὰρ τὰ ἓξ τριακονταὲξ, καὶ πεντάκις τὰ πέντε εἰκοσιπέντε γίγνεται. καὶ πάλιν ὁ μὲν τῶν ἓξ ἅπαξ τοῦτο ποιεῖ καὶ μοναχῶς αὐτὸς ἀφʼ <milestone n="10" unit="tlnum"/> ἑαυτοῦ τετράγωνος γιγνόμενος· τῇ δὲ πεμπάδι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεμπάδι</foreign> *: <foreign xml:lang="grc">πεντάδι</foreign> </note> καὶ τοῦτο μὲν συμβέβηκε κατὰ πολυαπλασιασμόν, ἰδίως δὲ τὸ κατὰ σύνθεσιν ἢ ἑαυτὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ ἑαυτὴν</foreign> Stegmannus: <foreign xml:lang="grc">καθ’ ἑαυτὴν</foreign> </note> ἢ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> M: <foreign xml:lang="grc">ἦ</foreign> </note> τὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν</foreign> *</note> δεκάδα ποιεῖν παρὰ μέρος ἐπιβάλλουσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιβάλλουσαν</foreign> (<foreign xml:lang="grc">ἐπιβαλλούσῃ</foreign> Madvigius) Emperius: <foreign xml:lang="grc">ἐπιβαλλούσης</foreign> </note> αὑτῇ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῇ</foreign> *: <foreign xml:lang="grc">ἑαυτῇ</foreign> </note> καὶ τοῦτο γίγνεσθαι μέχρι παντὸς, ἀπομιμουμένου τοῦ ἀριθμοῦ <milestone n="15" unit="tlnum"/> τὴν τὰ ὅλα διακοσμοῦσαν ἀρχήν. ὡς γὰρ ἐκείνην φυλάττουσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φυλάττουσαν</foreign>] <foreign xml:lang="grc">πλάττουσαν</foreign> Bernaysius. <foreign xml:lang="grc">ἐναλλάττουσαν</foreign> Madvigius</note> ἐκ μὲν ἑαυτῆς τὸν κόσμον ἐκ δὲ τοῦ κόσμου πάλιν αὖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὖ</foreign>] del. Stegmannus</note> ἑαυτὴν ἀποτελεῖν <q>πυρὸς τʼ ἀνταμείβεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ita W: <foreign xml:lang="grc">ἀνταμοίβηται</foreign> </note> <milestone n="388e" unit="stephpage" xml:id="stephpage-388e"/> πάντα</q> φησὶν ὁ Ἡράκλειτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ηράκλειτος</foreign>] Bywater. p. 10</note> <q>καὶ πῦρ ἁπάντων, ὅκωσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅκωσπερ</foreign> *: <foreign xml:lang="grc">ἑκ ὥσπερ</foreign> </note> χρυσοῦ χρήματα καὶ χρημάτων <milestone n="20" unit="tlnum"/> χρυσός·</q> οὕτως ἡ τῆς πεμπάδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεμπάδος</foreign> *: <foreign xml:lang="grc">πεντάδος</foreign> </note> πρὸς ἑαυτὴν σύνοδος οὐδὲν οὔτʼ ἀτελὲς οὔτʼ ἀλλότριον γεννᾶν πέφυκεν, ἀλλʼ ὡρισμένας ἔχει μεταβολάς· ἢ γὰρ αὑτὴν ἢ τὴν δεκάδα γεννᾷ, τουτέστιν ἢ τὸ οἰκεῖον ἢ τὸ τέλειον.</q></p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>ἐὰν οὖν ἔρηταί τις, τί ταῦτα πρὸς τὸν <pb xml:id="v.3.p.12"/> Ἀπόλλωνα, φήσομεν οὐχὶ μόνον ἀλλὰ καὶ πρὸς <milestone n="388f" unit="stephpage" xml:id="stephpage-388f"/> τὸν Διόνυσον, ᾧ τῶν Δελφῶν οὐδὲν ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν. ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν ποιήμασι τὰ δʼ ἄνευ μέτρου λεγόντων <milestone n="5" unit="tlnum"/> καὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος, ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψε τὴν φύσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν φύσιν</foreign> R: <foreign xml:lang="grc">τῇ φύσει</foreign> </note> πάνθʼ ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι <milestone n="10" unit="tlnum"/> διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς γίγνεται νῦν</foreign>] <foreign xml:lang="grc">γίγνεται ὡς νῦν</foreign> W <foreign xml:lang="grc">γίγνεται μὲν</foreign> R</note> κόσμος ὀνομάζεται δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] del. Emperius</note> τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων. κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει <milestone n="389a" unit="stephpage" xml:id="stephpage-389a"/>Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳ καλοῦσι. τῆς <milestone n="15" unit="tlnum"/> δʼ εἰς πνεύματα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πνεύματα</foreign>] <foreign xml:lang="grc">πνεῦμά τε</foreign> M</note> καὶ ὓδωρ καὶ γῆν καὶ ἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶ διακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπασμόν τινα καὶ διαμελισμὸν αἰνίττονται· Διόνυσον δὲ καὶ Ζαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν <milestone n="20" unit="tlnum"/> ὀνομάζουσι, καὶ φθοράς τινας καὶ ἀφανισμοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμφανισμοὺς</foreign> Herwerdenus. cf. p. 371 b</note> οἱ τὰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ τὰς</foreign>] <foreign xml:lang="grc">εἶτα δʼ</foreign> Stegmannus</note> ἀποβιώσεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναβιώσεις</foreign> idem cum Amyoto coll. p. 364 f.</note> καὶ παλιγγενεσίας, οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνίγματα καὶ μυθεύματα περαίνουσι· καὶ ᾅδουσι τῷ μὲν διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ καὶ διαφόρησιν <milestone n="25" unit="tlnum"/> ἐχούσης· <pb xml:id="v.3.p.13"/> <milestone n="389b" unit="stephpage" xml:id="stephpage-389b"/> <quote rend="blockquote"><l> μιξοβόαν γὰρ Αἰσχύλος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck p. 106 (ed. II hic et infra)</note> φησὶ πρέπει </l><l> διθύραμβον ὁμαρτεῖν </l><l> σύγκωμον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σύγκωμον</foreign> Tyrwhittius: <foreign xml:lang="grc">σύγκοινον</foreign> </note> Διονύσῳ; </l></quote> τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν. <milestone n="5" unit="tlnum"/> ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι· καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει καὶ σπουδῇ καὶ μανίᾳ προσφέροντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προφέροντες</foreign>?</note> ἀνωμαλίαν, <milestone n="10" unit="tlnum"/> <q>εὔιον ὀρσιγύναικα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὔιον ὀρσιγύναικα</foreign> R: <foreign xml:lang="grc">ἐυινόρει γυναῖκα</foreign>. cf. Bergkius 3 p. 730</note> μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς</q> ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες. ἐπεὶ δʼ οὐκ ἴσος <milestone n="389c" unit="stephpage" xml:id="stephpage-389c"/> τῶν περιόδων ἐν ταῖς μεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν <q>κόρον·</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κόρον κὲ</foreign>] cf. Bywater p. 11</note> καλοῦσιν, ὁ δὲ τῆς <milestone n="15" unit="tlnum"/> <q>χρησμοσύνης</q> ἐλάττων, τὸ κατὰ λόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνι χρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπεγείραντες διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντες, τρεῖς μῆνας ἀντʼ ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεὸν · <milestone n="20" unit="tlnum"/> ὅπερ τρία πρὸς ἕν, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι.</q></p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"><q>ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμήκυνται· δῆλον δʼ ὅτι συνοικειοῦσιν αὐτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῷ</foreign> M: <foreign xml:lang="grc">αὐτὸν οἱ</foreign> </note> τὴν πεμπάδα,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεμπάδα</foreign> *: <foreign xml:lang="grc">πεντάδα</foreign> </note> νῦν μὲν αὐτὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὴν</foreign> R: <foreign xml:lang="grc">αὐτῇ</foreign> </note> ἑαυτὴν ὡς τὸ πῦρ αὖθις <milestone n="25" unit="tlnum"/> <milestone n="389d" unit="stephpage" xml:id="stephpage-389d"/> δὲ τὴν δεκάδα ποιοῦσαν ἐξ ἑαυτῆς ὡς τὸν κόσμον. <pb xml:id="v.3.p.14"/> τῆς δὲ δὴ μάλιστα κεχαρισμένης τῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ· μετεῖναι; τὸ γὰρ πλεῖστον ὡς ἔνι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνι</foreign>] del. Stegmannus</note> εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰς συμφωνίας ἐστίν. αὗται δʼ ὅτι πέντε καὶ οὐ <milestone n="5" unit="tlnum"/> πλείους,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Plat. <title>Rep.</title> p. 531 b</note> ὁ λόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦτα θηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον. πᾶσαι γὰρ ἐν λόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν· καὶ λόγος ἐστὶ τῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ <milestone n="10" unit="tlnum"/> τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντε τριπλάσιος, τῆς δὲ δὶς διὰ πασῶν τετραπλάσιος. ἣν <milestone n="389e" unit="stephpage" xml:id="stephpage-389e"/> δὲ ταύταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρων ὀνομάζοντες, ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέχεσθαι, τῆς ἀκοῆς τῷ ἀλόγῳ <milestone n="15" unit="tlnum"/> παρὰ τὸν λόγον ὥσπερ νόμον χαριζομένους. ἵνα τοίνυν ἀφῶ πέντε τετραχόρδων θέσεις, καὶ πέντε τοὺς πρώτους, εἴτε τόνους ἢ τρόπους; εἴθʼ ἁρμονίας χρὴ καλεῖν, ὧν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὧν</foreign> W: <foreign xml:lang="grc">ὡς</foreign> </note> ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες <milestone n="20" unit="tlnum"/> ἆρʼ οὐχὶ πολλῶν, μᾶλλον δʼ ἀπείρων διαστημάτων ὄντων, τὰ μελῳδούμενα μόνα πέντʼ ἐστί, <milestone n="389f" unit="stephpage" xml:id="stephpage-389f"/> δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο δʼ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον <milestone n="25" unit="tlnum"/> μελῳδητόν ἐστι;</q></p></div></div></body></text></TEI>