ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ δὴ Θέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇ παρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ οὕτω περιυβρισμένῃ ] αὑτῆς περιυβρισμένης ? ἀκηκουίᾳ· ἀκηκουίᾳ *: ἀκηκοῦια τοῦ δʼ Ἀμμωνίου λέγειν παρακελευομένου καὶ βοηθεῖν, ἀλλʼ ὅτι μέν ἔφη διαλεκτικώτατος ὁ θεός ἐστιν, οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν τοῦ γὰρ αὐτοῦ δήπουθέν ἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας. ἔτι δʼ, ὥσπερ Πλάτων Πλάτων ] cf. p. 579 c ἔλεγε, χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳ βωμὸν διπλασιάσωσιν, ὃ τῆς ἄκρας; ἕξεως περὶ γεωμετρίαν ἔργον ἐστίν, οὐ τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ καὶ καὶ ] deleverim γεωμετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν · οὕτως ἄρα χρησμοὺς ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησι διαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς αὐτοῦ συνήσειν. ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁ συναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατον σχηματίζων ἀξίωμα · πῶς γὰρ τοιοῦτο τὸ συνημμένον, εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρία γνῶσιν, ἀκολούθου δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳ παραδέδωκεν ἡ φύσις; ὅτι γάρ ἡμέρα καὶ φῶς ἔστιν αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ ὄρνιθες· ὅτι δʼ εἰ ἡμέρα, φῶς ἔστιν οὐδὲν ἄλλο συνίησι πλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος ἐμφάσεώς τε καὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶ διαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ αἱ ἀποδείξεις τὴν κυριωτάτην ἀρχὴν λαμβάνουσιν. ἐπεὶ τοίνυν φιλοσοφία μέν ἐστι περὶ ἀλήθειάν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀποδείξεως δʼ ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέχουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστα τὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη· καὶ μάντις μὲν ὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢ παρῳχημένων. οὐδενὸς γὰρ. οὔτʼ ἀναίτιος ἡ γένεσις οὔτʼ ἄλογος ἡ πρόγνωσις· ἀλλʼ ἐπεὶ πάντα τοῖς γεγονόσι τὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεται καὶ συνήρτηται κατὰ διέξοδον ἀπʼ ἀρχῆς εἰς τέλος περαίνουσαν, ὁ τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλα καὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγειν τὰ τʼ ἐόντα τʼ ἐόντα Homerus: τε ὄντα τὰ τʼ ἐσσόμενα πρὸ τʼ ἐόντα. Hom. A 70 καὶ καλῶς Ὅμηρος πρῶτον ἔταξε τὰ παρόντα εἶτα τὸ μέλλον καὶ τὸ παρῳχημένον· ἀπὸ γὰρ τοῦ ὄντος ὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς εἰ τόδʼ ἐστί, τόδε προηγεῖται καὶ πάλιν εἰ τόδʼ ἐστί, τόδε γενήσεται τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηται γνῶσις ἀκολουθίας, τὴν δὲ πρόσληψιν ἡ αἴσθησις τῷ λόγῳ δίδωσιν. ὅθεν, εἰ καὶ γλίσχρον γλίσχρον W: αἰσχρὸν εἰπεῖν, οὐκ ἀποστρέψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον, ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ προηγούμενου ἀκολουθίαν θέμενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ συμπέρασμα τῆς ἀποδείξεως. τὸν οὖν Πύθιον, εἰ δὴ μουσικῇ θʼ ἣδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τί θαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτʼ ἀσπάζεσθαι τοῦ λόγου τὸ μέρος καὶ ἀγαπᾶν, ᾧ μάλιστα καὶ πλείστῳ προσχρωμένους ὁρᾷ τοὺς φιλοσόφους; ὁ δʼ Ἡρακλῆς, οὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνα καὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶ κομιδῇ Βοιώτιος, ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶν τοῦ εἰ τὸ πρῶτον, τὸ δεύτερον εἰ τὸ πρῶτον, καὶ τὼ δεύτερον si primum, est et secundum Emperius ὑποσπᾶν ἔδοξε βίᾳ τὸν τρίποδα καὶ διαμάχεσθαι πρὸς τὸν θεὸν ὑπὲρ τῆς τέχνης· ἐπεὶ προϊών γε τῷ χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος. παυσαμένου δὲ τοῦ Θέωνος, Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς ὁρᾷς, ὡς ἀμύνει τῇ διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος; οὕτως οὕτως W: οὐπω οὐδʼ ἡμᾶς ὑμᾶς R: ἡμᾶς τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους, καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα ποιουμένους καὶ κύριον, εἰκὸς εἰκὸς Exemplum Turnebi: εἰδὼς ἡσυχίαν ἄγειν, ἀλλʼ ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲν ἐφʼ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ τετιμῆσθαι τῆς πεμπάδος, ἀφʼ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν ὠνόμαζον. ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος, ἀλλʼ ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δʼ ἔμελλον δʼ ἔμελλον R: δὲ μέλλων εἰς πάντα τιμήσειν τὸ μηδὲν ἄγαν ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ *: ἀκαδημίᾳ γενόμενος. εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷ λύειν τὴν ἀπορίαν; ἐπεὶ γάρ ἔφην εἰς τὸ ἄρτιον νενεμημένου παντὸς ἀριθμοῦ καὶ τὸ περιττὸν τὸν ἡ μὲν μονὰς ἀμφοτέρων ἐπίκοινός ἐστι τῇ δυνάμει (διὸ καὶ προστιθεμένη τὸν μὲν περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δʼ ἄρτιον περιττόν̓) ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦ τὰ τρία ποιοῦνται, τὰ δὲ πέντε γεννᾶται τούτων πρὸς ἀλλήλους μιγνυμένων εἰκότως; ἔσχηκε τιμὴν πρῶτος ἐκ πρώτων ἀποτελούμενος, καὶ γάμος ἐπωνόμασται τῇ τοῦ ἀρτίου πρὸς τὸ θῆλυ περιττοῦ δʼ αὖ πρὸς τὸ ἄρρεν ὁμοιότητι· ταῖς γὰρ εἰς ἴσα τομαῖς τῶν ἀριθμῶν, ὁ μὲν ἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν ἀρχὴν οἷον ἐν ἑαυτῷ καὶ χώραν, ἐν δὲ τῷ περιττῷ ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ παθόντι μέσον ἀεὶ περίεστι τῆς νεμήσεως γόνιμον· γόνιμον ] μόριον Emperius ᾗ γονιμώτερός ἐστι τοῦ ἑτέρου, καὶ μιγνύμενος ἀεὶ κρατεῖ κρατεῖται δʼ οὐδέποτε γίγνεται γὰρ ἐξ ἀμφοῖν κατʼ οὐδεμίαν μῖξιν ἄρτιος ἀλλὰ κατὰ πάσας περιττός. ἔτι δὲ μᾶλλον αὐτὸς ἐπιβάλλων αὑτῷ καὶ συντιθέμενος δείκνυσι τὴν διαφορὰν ἑκάτερος· ἄρτιος μὲν γὰρ οὐδεὶς ἀρτίῳ συνελθὼν περισσὸν παρέσχεν οὐδʼ ἐξέβη τὸ οἰκεῖον ὑπʼ ἀσθενείας ἄγονος ἄγονος X: ἀπόγονος ὢν ἑτέρου καὶ ἀτελής περισσοὶ δὲ μιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνιμον ἀποτελοῦσι. τὰς δʼ ἄλλας οὐκ ἄν τις ἐν καιρῷ νῦν ἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν. ὡς οὖν ἄρρενός τε τοῦ πρώτου καὶ θήλεος ὁμιλίᾳ ὁμιλίᾳ W: ὁ μὴ διὰ τὰ πέντε γιγνόμενα γάμον οἱ Πυθαγόρειοι προσεῖπον. ἔστι δʼ καὶ φύσις λέλεκται τῷ περὶ αὑτὸν αὐτὸν *: αὐτὸν πολυπλασιασμῷ πάλιν εἰς ἑαυτὸν περαίνων. ὡς γὰρ ἡ φύσις λαβοῦσα πυρὸν ἐν σπέρματι καὶ χεαμένη πολλὰ μὲν ἐν μέσῳ φύει σχήματα καὶ εἴδη, διʼ ὧν ἐπὶ τέλος ἐξάγει τὸ ἔργον, ἐπὶ πᾶσι δὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ τέλει τοῦ παντός· οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς πολλαπλασιάσωσιν, εἰς ἑτέρους τελευτώντων τῇ αὐξήσει, μόνος ὁ τῶν πέντε καὶ ἓξ γενόμενος τοσαυτάκις αὑτοὺς αὐτοὺς *: αὐτοὺς ἀναφέρουσι καὶ ἀνασῴζουσιν. ἑξάκις γὰρ τὰ ἓξ τριακονταὲξ, καὶ πεντάκις τὰ πέντε εἰκοσιπέντε γίγνεται. καὶ πάλιν ὁ μὲν τῶν ἓξ ἅπαξ τοῦτο ποιεῖ καὶ μοναχῶς αὐτὸς ἀφʼ ἑαυτοῦ τετράγωνος γιγνόμενος· τῇ δὲ πεμπάδι πεμπάδι *: πεντάδι καὶ τοῦτο μὲν συμβέβηκε κατὰ πολυαπλασιασμόν, ἰδίως δὲ τὸ κατὰ σύνθεσιν ἢ ἑαυτὴν ἢ ἑαυτὴν Stegmannus: καθʼ ἑαυτὴν ἢ ἢ M: ἦ τὴν τὴν * δεκάδα ποιεῖν παρὰ μέρος ἐπιβάλλουσαν ἐπιβάλλουσαν ( ἐπιβαλλούσῃ Madvigius) Emperius: ἐπιβαλλούσης αὑτῇ, αὐτῇ *: ἑαυτῇ καὶ τοῦτο γίγνεσθαι μέχρι παντὸς, ἀπομιμουμένου τοῦ ἀριθμοῦ τὴν τὰ ὅλα διακοσμοῦσαν ἀρχήν. ὡς γὰρ ἐκείνην φυλάττουσαν φυλάττουσαν ] πλάττουσαν Bernaysius. ἐναλλάττουσαν Madvigius ἐκ μὲν ἑαυτῆς τὸν κόσμον ἐκ δὲ τοῦ κόσμου πάλιν αὖ αὖ ] del. Stegmannus ἑαυτὴν ἀποτελεῖν πυρὸς τʼ ἀνταμείβεσθαι ita W: ἀνταμοίβηται πάντα φησὶν ὁ Ἡράκλειτος Ηράκλειτος ] Bywater. p. 10 καὶ πῦρ ἁπάντων, ὅκωσπερ ὅκωσπερ *: ἑκ ὥσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός· οὕτως ἡ τῆς πεμπάδος πεμπάδος *: πεντάδος πρὸς ἑαυτὴν σύνοδος οὐδὲν οὔτʼ ἀτελὲς οὔτʼ ἀλλότριον γεννᾶν πέφυκεν, ἀλλʼ ὡρισμένας ἔχει μεταβολάς· ἢ γὰρ αὑτὴν ἢ τὴν δεκάδα γεννᾷ, τουτέστιν ἢ τὸ οἰκεῖον ἢ τὸ τέλειον. ἐὰν οὖν ἔρηταί τις, τί ταῦτα πρὸς τὸν Ἀπόλλωνα, φήσομεν οὐχὶ μόνον ἀλλὰ καὶ πρὸς τὸν Διόνυσον, ᾧ τῶν Δελφῶν οὐδὲν ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν. ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν ποιήμασι τὰ δʼ ἄνευ μέτρου λεγόντων καὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος, ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψε τὴν φύσιν τὴν φύσιν R: τῇ φύσει πάνθʼ ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν, ὡς γίγνεται νῦν ] γίγνεται ὡς νῦν W γίγνεται μὲν R κόσμος ὀνομάζεται δὲ δὲ ] del. Emperius τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων. κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳ καλοῦσι. τῆς δʼ εἰς πνεύματα πνεύματα ] πνεῦμά τε M καὶ ὓδωρ καὶ γῆν καὶ ἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶ διακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπασμόν τινα καὶ διαμελισμὸν αἰνίττονται· Διόνυσον δὲ καὶ Ζαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν ὀνομάζουσι, καὶ φθοράς τινας καὶ ἀφανισμοὺς ἐμφανισμοὺς Herwerdenus. cf. p. 371 b οἱ τὰς οἱ τὰς ] εἶτα δʼ Stegmannus ἀποβιώσεις ἀναβιώσεις idem cum Amyoto coll. p. 364 f. καὶ παλιγγενεσίας, οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνίγματα καὶ μυθεύματα περαίνουσι· καὶ ᾅδουσι τῷ μὲν διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ καὶ διαφόρησιν ἐχούσης· μιξοβόαν γὰρ Αἰσχύλος Αἰσχύλος ] Nauck p. 106 (ed. II hic et infra) φησὶ πρέπει διθύραμβον ὁμαρτεῖν σύγκωμον σύγκωμον Tyrwhittius: σύγκοινον Διονύσῳ; τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν. ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι· καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει καὶ σπουδῇ καὶ μανίᾳ προσφέροντες προφέροντες ? ἀνωμαλίαν, εὔιον ὀρσιγύναικα εὔιον ὀρσιγύναικα R: ἐυινόρει γυναῖκα . cf. Bergkius 3 p. 730 μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες. ἐπεὶ δʼ οὐκ ἴσος τῶν περιόδων ἐν ταῖς μεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν κόρον· κόρον κὲ ] cf. Bywater p. 11 καλοῦσιν, ὁ δὲ τῆς χρησμοσύνης ἐλάττων, τὸ κατὰ λόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνι χρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπεγείραντες διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντες, τρεῖς μῆνας ἀντʼ ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεὸν · ὅπερ τρία πρὸς ἕν, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι. ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμήκυνται· δῆλον δʼ ὅτι συνοικειοῦσιν αὐτῷ αὐτῷ M: αὐτὸν οἱ τὴν πεμπάδα, πεμπάδα *: πεντάδα νῦν μὲν αὐτὴν αὐτὴν R: αὐτῇ ἑαυτὴν ὡς τὸ πῦρ αὖθις δὲ τὴν δεκάδα ποιοῦσαν ἐξ ἑαυτῆς ὡς τὸν κόσμον. τῆς δὲ δὴ μάλιστα κεχαρισμένης τῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ· μετεῖναι; τὸ γὰρ πλεῖστον ὡς ἔνι ἔνι ] del. Stegmannus εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰς συμφωνίας ἐστίν. αὗται δʼ ὅτι πέντε καὶ οὐ πλείους, cf. Plat. Rep. p. 531 b ὁ λόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦτα θηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον. πᾶσαι γὰρ ἐν λόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν· καὶ λόγος ἐστὶ τῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντε τριπλάσιος, τῆς δὲ δὶς διὰ πασῶν τετραπλάσιος. ἣν δὲ ταύταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρων ὀνομάζοντες, ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέχεσθαι, τῆς ἀκοῆς τῷ ἀλόγῳ παρὰ τὸν λόγον ὥσπερ νόμον χαριζομένους. ἵνα τοίνυν ἀφῶ πέντε τετραχόρδων θέσεις, καὶ πέντε τοὺς πρώτους, εἴτε τόνους ἢ τρόπους; εἴθʼ ἁρμονίας χρὴ καλεῖν, ὧν ὧν W: ὡς ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες ἆρʼ οὐχὶ πολλῶν, μᾶλλον δʼ ἀπείρων διαστημάτων ὄντων, τὰ μελῳδούμενα μόνα πέντʼ ἐστί, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο δʼ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι;