ἐπὶ τούτοις ἔφην εἰρημένοις πρὸς ὑμᾶς ἓν βραχύ τοῖς περὶ Νίκανδρον ἀείσω ξυνετοῖσι τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃ εἷς κατάγῃ εἶς *: κατάγη εἰς τὴν Πυθίαν εἰς τὸ τὸ W: τι πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶν κλήρων εἰς, τὰ πέντε, πρὸς ἀλλήλους ἐκείνης τὰ τρία τοῦ δὲ τὰ δύο βάλλοντες. εἶς τὰ πέντε - βάλλοντος *: εἰς τὰ πέντε πρὸς ἀλλήλους ἐκείνης τὰ τρία οὐδὲ τὰ δύο βάλλοντες ἦ γὰρ οὐχ οὕτως ἔχει; καὶ ὁ Νίκανδρος οὕτως εἶπεν ἡ δʼ αἰτία πρὸς ἑτέρους ἄρρητός ἐστι . οὐκοῦν ἔφην ἐγὼ μειδιάσας ἄχρι οὗ τἀληθὲς; ἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσεται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις. τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθηματικῶν ἐγκωμίων τοῦ Ε λόγος, ὡς ἐγὼ μέμνημαι, πέρας ἔσχεν. ὁ δʼ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν. εἶτα τῷ κοινῷ νόμῳ πολεμοῦντας ἅμα καὶ τῷ πολλῷ χρόνῳ τῷ πολλῷ χρόνῳ ] cf. p. 359 f. τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιέρωσαν καθιέρωσαν M: καθιερώσουσιν ὡς μᾶλλόν τι προσήκουσαν. οὔτʼ οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτʼ ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλʼ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ μὲν γὰρ θεὸς ἕκαστον ἡμῶν ἐνταῦθα προσιόντα οἷον ἀσπαζόμενος προσαγορεύει τὸ τό ] τῷ M γνῶθι σαυτόν, ὃ δὴ τοῦ χαῖρε οὐδὲν μεῖόν ἐστιν. ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες. Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν παθητῶν καὶ μεταβλητῶν Eusebius Praep. Ev. XI 11: παθημάτων καὶ μεταβάντων ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος. ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον Ἡράκλειτον ] Bywater p. 16 οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν cf. p. 447 a ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι σκίδνησι ] deest subiectum ( θεὸς ?) καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει μᾶλλον δὲ οὐδὲ - ἀπολείπει Eusebius καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι ἵστασθαι idem: ἡττᾶσθαι τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις. ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος Ἡράκλειτος ] Bywater p. 11. p. 32 ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν· ἡμῶν Eusebius: ἢ διʼ ὧν φθείρεται μὲν μὲν γὰρ γὰρ R ὁ ἀκμάζων ὁ ἀκμάζων Eusebius: ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς ὅ τʼ ἐχθὲς *: ὁ τεχθεὶς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει; μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι τι Eusebius φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, πρότερον idem τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν; ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν· εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ ἀλλὰ τοῦτʼ scripsi cum Emperio: ἅμα τοῦτο αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου. ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον. τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος μεταβολὴν οὐδὲ εἷς, ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, στέγον Eusebius: στερρὸν ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος· οὗ γε δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν , αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος· τὸ γὰρ ἐν τῷ εἶναι τὸ μηδέπω γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες ἐπερείδοντες idem: ὑπεριδόντες τοῦ χρόνου, τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτʼ αὖ πάλιν ἅπαν ἅπαν R: ἄγαν ( ἅγαν cod. D) ἐκλυόμενος ἐκλυόμενος Eusebius: ἐκδυόμενος ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ ἀκμὴ βουλομένοις βουλομένοις idem: βουλόμενος ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη ἡ μετρουμένη idem: ἢ μέτρον μὲν ἡ φύσις, οὐδὲν αὐτῆς μένον οὐδʼ ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. συννέμησιν Eusebius: συνεμίγη ὅθεν οὐδʼ ὅσιόν οὐδʼ ὅσιον ] οὐδὲν τοιοῦτον idem ἐστιν οὐδʼ ἐπὶ οὐδʼ ἐπὶ *: οὐδὲ ( ἐπὶ Eusebius) τοῦ ὄντος λέγειν, ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος. ἀλλʼ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατʼ οὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδʼ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ μέλλον - πρεσβύτερον Eusebius οὐδὲ νεώτερον ἀλλʼ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτον ὄντως ὄντως ὄν, οὖν idem οὐ γεγονὸς οὐδʼ ἐσόμενον οὐδʼ ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸν αὐτὸν W: αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, προσαγορεύειν Eusebius: προσεθίζειν ἢ καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, εἶἕν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον· ἀλλʼ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν. ἡ δʼ ἑτερότης, διαφορᾷ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. Ἀπόλλων μὲν γὰρ οἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκων ἐστίν, Ἰήιος Ἰήιος X: ἴητος δʼ ὡς εἷς καὶ μόνος· Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφʼ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, φοιβονομεῖσθαι λέγουσι. τὸ δʼ ἓν εἰλικρινὲς καὶ καθαρόν· ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος Ὁμηρος ] Δ 141 ἐλέφαντα τινὰ τινὰ ] φοινισσόμενον βαφῇ μιαίνεσθαι φησί· καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς φθείρεσθαι καί φθοράν τὴν μῖξιν ὀνομάζουσιν. οὐκοῦν ἕν τʼ εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.