<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg090.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent"> ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών <q>οἷον</q> εἶπον <q>ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες <milestone n="5" unit="tlnum"/> τὸν Ὅμηρον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρον</foreign>] O 109</note> ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ἡ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν. <q>ἀλλʼ</q> ἀνοιστέος <milestone n="10" unit="tlnum"/>ὁ <q>λόγος</q> ὡς Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 674</note> φησίν. οἱ γὰρ τὴν τετράδα σεμνύναντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σεμνύνοντες</foreign> W</note> οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης <milestone n="390d" unit="stephpage" xml:id="stephpage-390d"/> λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν. ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα <milestone n="15" unit="tlnum"/> ταττομένη, μῆκος δʼ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μῆκος</foreign>] <foreign xml:lang="grc">δυάς</foreign> R</note> ἐστιν, ἡ δʼ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει· παντὶ δῆλον, ὅτι μέχρι δεῦρο <milestone n="20" unit="tlnum"/> τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁπτὸν</foreign> idem: <foreign xml:lang="grc">διττὸν</foreign> </note> ὄγκον καὶ ἀντίτυπον, <milestone n="390e" unit="stephpage" xml:id="stephpage-390e"/> εἶτʼ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου. τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸς οὐδʼ ὁτιοῦν, μὴ χρωμένης ψυχῆς, ἐπιτήδειον· <milestone n="25" unit="tlnum"/> ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις, μεταβολῇ διὰ πέντε γιγνομένη, τῇ φύσει τὸ τέλειον ἀποδίδωσι, καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος <pb xml:id="v.3.p.17"/> λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον. ἔτι δʼ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν. <milestone n="5" unit="tlnum"/> εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες <milestone n="390f" unit="stephpage" xml:id="stephpage-390f"/> καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες;. ἔτι δʼ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον <milestone n="10" unit="tlnum"/> δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ ἐπιθυμητικὸν εἶτʼ ἐπὶ τούτῳ τὸ θυμοειδές· εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται.</q> </p></div></div></body></text></TEI>