<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg090.perseus-grc2" type="edition" xml:lang="grc"><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις <milestone n="390b" unit="stephpage" xml:id="stephpage-390b"/> ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ <milestone n="20" unit="tlnum"/> καὶ ψόφος. δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν· αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δʼ <milestone n="25" unit="tlnum"/> οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν <milestone n="390c" unit="stephpage" xml:id="stephpage-390c"/> ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, <pb xml:id="v.3.p.16"/> διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.</q></p></div></div></body></text></TEI>