<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg090.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><q>πολλὰ δʼ ἄλλα τοιαῦτʼ</q> ἔφην ἐγὼ <q>παρελθὼν τὸν Πλάτωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Tim. p. 31 a</note> προσάξομαι λέγοντα κόσμον <pb xml:id="v.3.p.15"/> ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶς</foreign> W: <foreign xml:lang="grc">εἰς</foreign> </note> πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας. μὴν ἀλλὰ κἂν εἷς οὗτος μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αριστοτέλης</foreign>] de Coelo I 89</note> τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον <milestone n="5" unit="tlnum"/> κόσμων καὶ συνηρμοσμένον εἶναι· ὧν ὁ μὲν <milestone n="390a" unit="stephpage" xml:id="stephpage-390a"/> ἐστι γῆς ὁ δʼ ὕδατος, τρίτος δὲ πυρὸς καὶ τέταρτος ἀέρος· τὸν δὲ πέμπτον οὐρανὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐρανὸν</foreign>] <foreign xml:lang="grc">οἱ μὲν οὐρανὸν</foreign> W</note> οἱ δὲ φῶς οἱ δʼ αἰθέρα καλοῦσιν, οἱ δʼ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ <milestone n="10" unit="tlnum"/> φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὔτʼ ἄλλως συμβεβηκὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συμβεβηκός</foreign> M: <foreign xml:lang="grc">συμβεβηκότος</foreign> </note> δὴ καὶ τὰ πέντε καὶ κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν.</q> <milestone n="15" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις <milestone n="390b" unit="stephpage" xml:id="stephpage-390b"/> ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ <milestone n="20" unit="tlnum"/> καὶ ψόφος. δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν· αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δʼ <milestone n="25" unit="tlnum"/> οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν <milestone n="390c" unit="stephpage" xml:id="stephpage-390c"/> ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, <pb xml:id="v.3.p.16"/> διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.</q></p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"> ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών <q>οἷον</q> εἶπον <q>ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες <milestone n="5" unit="tlnum"/> τὸν Ὅμηρον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρον</foreign>] O 109</note> ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ἡ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν. <q>ἀλλʼ</q> ἀνοιστέος <milestone n="10" unit="tlnum"/>ὁ <q>λόγος</q> ὡς Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 674</note> φησίν. οἱ γὰρ τὴν τετράδα σεμνύναντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σεμνύνοντες</foreign> W</note> οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης <milestone n="390d" unit="stephpage" xml:id="stephpage-390d"/> λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν. ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα <milestone n="15" unit="tlnum"/> ταττομένη, μῆκος δʼ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μῆκος</foreign>] <foreign xml:lang="grc">δυάς</foreign> R</note> ἐστιν, ἡ δʼ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει· παντὶ δῆλον, ὅτι μέχρι δεῦρο <milestone n="20" unit="tlnum"/> τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁπτὸν</foreign> idem: <foreign xml:lang="grc">διττὸν</foreign> </note> ὄγκον καὶ ἀντίτυπον, <milestone n="390e" unit="stephpage" xml:id="stephpage-390e"/> εἶτʼ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου. τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸς οὐδʼ ὁτιοῦν, μὴ χρωμένης ψυχῆς, ἐπιτήδειον· <milestone n="25" unit="tlnum"/> ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις, μεταβολῇ διὰ πέντε γιγνομένη, τῇ φύσει τὸ τέλειον ἀποδίδωσι, καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος <pb xml:id="v.3.p.17"/> λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον. ἔτι δʼ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν. <milestone n="5" unit="tlnum"/> εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες <milestone n="390f" unit="stephpage" xml:id="stephpage-390f"/> καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες;. ἔτι δʼ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον <milestone n="10" unit="tlnum"/> δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ ἐπιθυμητικὸν εἶτʼ ἐπὶ τούτῳ τὸ θυμοειδές· εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται.</q> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ <milestone n="15" unit="tlnum"/> ἀριθμοῦ δυνάμεις, καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν, ἐκ δυάδος οὖσα καὶ τριάδος, ἀλλʼ ἣν ἡ ἀρχὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ ἀρχὴ</foreign> *: <foreign xml:lang="grc">ἀρχὴ</foreign> </note> τῷ πρώτῳ συνελθοῦσα τετραγώνῳ <milestone n="391a" unit="stephpage" xml:id="stephpage-391a"/> παρέσχεν. ἀρχὴ μὲν γὰρ ἀριθμοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς ἐκ δὲ τούτων, ὥσπερ <milestone n="20" unit="tlnum"/> ἰδέας καὶ ὕλης πέρας ἐχούσης, ἡ πεμπάς. εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς ἔνιοι τίθενται, δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν, ἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰς οὐκ ἀπολέλοιπεν ὑπερβολὴν εὐγενείας.</q><milestone n="25" unit="tlnum"/></p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>τὸ δὲ μέγιστον</q> ἔφην <q>δέδια μὴ ῥηθὲν πιέζῃ τὸν Πλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν τινα τὴν περὶ τῶν φωτισμῶν δόξαν <pb xml:id="v.3.p.18"/> <milestone n="391b" unit="stephpage" xml:id="stephpage-391b"/> αὑτοῦ, ἰδίαν ποιούμενον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδίαν αὐτοῦ</foreign>?</note> ἦ γὰρ οὐ ταῦτʼ εἴρηκεν ἐν Κρατύλῳ</q>;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κρατύλῳ</foreign>] p. 409 a</note> <q>πάνυ μὲν οὖν</q> ὁ Εὔστροφος ἔφη, <q>τί δʼ ὅμοιον πέφυκεν οὐ συνορῶ.</q> καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφιστῇ</foreign>] p. 256 c</note> τὰς κυριωτάτας· <milestone n="5" unit="tlnum"/> ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν. ἄλλῳ δʼ αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φιλήβῳ</foreign>] p. 23 c</note> χρώμενος, ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> *</note> πέρας· τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι <milestone n="10" unit="tlnum"/> γένεσιν. αἰτίαν δʼ, ὑφʼ ἧς μίγνυται, τέταρτον γένος τίθεται· καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, <milestone n="391c" unit="stephpage" xml:id="stephpage-391c"/> ᾧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. τεκμαίρομαι δὲ ταῦτʼ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ <milestone n="15" unit="tlnum"/> ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν. εἰ δʼ ἕτερα ταῦτʼ ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γένεσι</foreign> Turnebus: <foreign xml:lang="grc">γενέσεσι</foreign> </note> καὶ διαφοραῖς. πυθόμενος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πυθόμενος</foreign>] <foreign xml:lang="grc">αἶς πειθόμενος</foreign> W</note> φήσει δή τις, ταῦτα πρότερος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ πρότερος</foreign> Duebnerus</note> συνιδὼν Πλάτωνος, δύο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δύο</foreign>] <foreign xml:lang="grc">δοκεῖ τὸ</foreign> W</note> Ε <milestone n="20" unit="tlnum"/> καθιέρωσε τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Plat. Phileb. p. 66 c</note> ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι <milestone n="391d" unit="stephpage" xml:id="stephpage-391d"/> τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ <milestone n="25" unit="tlnum"/> τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέμπτον δʼ</foreign> an <foreign xml:lang="grc">καὶ πέμπτον</foreign>?</note> εἴ τις ἡδονὴ <pb xml:id="v.3.p.19"/> καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπών <quote rend="blockquote"> ἕκτῃ δʼ ἐν γενεῇ καταπαύσατε θεσμὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θεσμὸν</foreign> Badhamus: <foreign xml:lang="grc">θυμὸν</foreign> (<foreign xml:lang="grc">κόσμον</foreign> Plato)</note> ἀοιδῆς. </quote></p></div></div></body></text></TEI>