πολλὰ δʼ ἄλλα τοιαῦτʼ ἔφην ἐγὼ παρελθὼν τὸν Πλάτωνα Πλάτωνα ] Tim. p. 31 a προσάξομαι λέγοντα κόσμον ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς, εἶς W: εἰς πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας. μὴν ἀλλὰ κἂν εἷς οὗτος μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης, Αριστοτέλης ] de Coelo I 89 τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι· ὧν ὁ μὲν ἐστι γῆς ὁ δʼ ὕδατος, τρίτος δὲ πυρὸς καὶ τέταρτος ἀέρος· τὸν δὲ πέμπτον οὐρανὸν οὐρανὸν ] οἱ μὲν οὐρανὸν W οἱ δὲ φῶς οἱ δʼ αἰθέρα καλοῦσιν, οἱ δʼ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὔτʼ ἄλλως συμβεβηκὸς συμβεβηκός M: συμβεβηκότος δὴ καὶ τὰ πέντε καὶ κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν. εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος. δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν· αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δʼ οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις. ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών οἷον εἶπον ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες τὸν Ὅμηρον, Ὁμηρον ] O 109 ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ἡ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν. ἀλλʼ ἀνοιστέος ὁ λόγος ὡς Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 674 φησίν. οἱ γὰρ τὴν τετράδα σεμνύναντες σεμνύνοντες W οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν. ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα ταττομένη, μῆκος δʼ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος μῆκος ] δυάς R ἐστιν, ἡ δʼ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει· παντὶ δῆλον, ὅτι μέχρι δεῦρο τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν ἁπτὸν idem: διττὸν ὄγκον καὶ ἀντίτυπον, εἶτʼ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου. τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸς οὐδʼ ὁτιοῦν, μὴ χρωμένης ψυχῆς, ἐπιτήδειον· ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις, μεταβολῇ διὰ πέντε γιγνομένη, τῇ φύσει τὸ τέλειον ἀποδίδωσι, καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον. ἔτι δʼ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν. εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες;. ἔτι δʼ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ ἐπιθυμητικὸν εἶτʼ ἐπὶ τούτῳ τὸ θυμοειδές· εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται. τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ ἀριθμοῦ δυνάμεις, καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν, ἐκ δυάδος οὖσα καὶ τριάδος, ἀλλʼ ἣν ἡ ἀρχὴ ἡ ἀρχὴ *: ἀρχὴ τῷ πρώτῳ συνελθοῦσα τετραγώνῳ παρέσχεν. ἀρχὴ μὲν γὰρ ἀριθμοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς ἐκ δὲ τούτων, ὥσπερ ἰδέας καὶ ὕλης πέρας ἐχούσης, ἡ πεμπάς. εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς ἔνιοι τίθενται, δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν, ἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰς οὐκ ἀπολέλοιπεν ὑπερβολὴν εὐγενείας. τὸ δὲ μέγιστον ἔφην δέδια μὴ ῥηθὲν πιέζῃ τὸν Πλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν τινα τὴν περὶ τῶν φωτισμῶν δόξαν αὑτοῦ, ἰδίαν ποιούμενον. ἰδίαν αὐτοῦ ? ἦ γὰρ οὐ ταῦτʼ εἴρηκεν ἐν Κρατύλῳ ; Κρατύλῳ ] p. 409 a πάνυ μὲν οὖν ὁ Εὔστροφος ἔφη, τί δʼ ὅμοιον πέφυκεν οὐ συνορῶ. καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ Σοφιστῇ ] p. 256 c τὰς κυριωτάτας· ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν. ἄλλῳ δʼ αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ Φιλήβῳ ] p. 23 c χρώμενος, ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ τὸ * πέρας· τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι γένεσιν. αἰτίαν δʼ, ὑφʼ ἧς μίγνυται, τέταρτον γένος τίθεται· καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ᾧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. τεκμαίρομαι δὲ ταῦτʼ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν. εἰ δʼ ἕτερα ταῦτʼ ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι γένεσι Turnebus: γενέσεσι καὶ διαφοραῖς. πυθόμενος, πυθόμενος ] αἶς πειθόμενος W φήσει δή τις, ταῦτα πρότερος ἢ πρότερος Duebnerus συνιδὼν Πλάτωνος, δύο δύο ] δοκεῖ τὸ W Ε καθιέρωσε τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων cf. Plat. Phileb. p. 66 c ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον πέμπτον δʼ an καὶ πέμπτον ? εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπών ἕκτῃ δʼ ἐν γενεῇ καταπαύσατε θεσμὸν θεσμὸν Badhamus: θυμὸν ( κόσμον Plato) ἀοιδῆς.