στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην Εὐριπίδην ] Nauck. p. 673 (ed. II) οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν· ʼοὐ βούλομαι πλουτοῦντι. δωρεῖσθαι πένης, μὴ μʼ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ. χαρίζεται; μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπʼ ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δʼ ἀντὶ μηδενὸς διδόναι κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν. ὅρα δὴ ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου σοφίας, ἃ ἃ Madvigius καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων. ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σὲ διὰ σὲ ] διὰ σοῦ R τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς; ἀποστέλλων, ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρʼ ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων. ὁ δʼ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ, τῆ ψυχῇ malim τῷ φύσει φιλοσόφω τῆς ψυχῆς , cf. Vit. Per. c. 1 ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ τῇ R: τῇ περὶ τοῦ Ε Ε *: ΕΙ καθιερώσει. τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδʼ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος ἀλλʼ ἢ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ περὶ ] τὰ περὶ Cobetus τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι. πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν, ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμούμενος, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι, πάντως ἀκοῦσαί τι προθυμουμένους. ὡς δὲ καθίσας παρὰ παρὰ W: περὶ τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν, τὰ δʼ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν · lacunam significavi. Excidisse vid. ἀνεμνήσθην vel simile quid ἃ πάλαι ποτὲ καθʼ ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων, ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης. ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις, ἐδόκει ἐδόκει Turnebus: δοκεῖ πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστον Ἀμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστι τοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι· Δήλιος δὲ καὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆς ἀληθείας· Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶ Λεσχηνόριος Λεσχηνόριος Duebnerus: λέσχην ὅριος ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷ διαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους. ἐπεὶ δὲ τοῦ φιλοσοφεῖν ἔφη ἔφη ] ἀρχὴ ? τὸ ζητεῖν ζητεῖν ] ζητεῖν ἢ ? cf. Plat. Theaet. p. 155 d τὸ · θαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸν θεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι, καὶ λόγον τινὰ ποθοῦντα διὰ τί καὶ διδασκαλίαν ordo verborum est ποθοῦντα καὶ λόγον - καὶ διδασκαλίαν τῆς αἰτίας· οἷον ἐπὶ τοῦ πυρὸς τοῦ ἀθανάτου, τὸ κάεσθαι μόνον αὐτόθι τῶν, ξύλων ἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίρας ἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, τὸ μηδεμιᾷ γυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν· καὶ τὸ τοῦ τρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοις καὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸ σκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν. ὅρα δὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν, ὅσας ζητήσεις κεκίνηκε φιλοσόφους καὶ ὅσον λόγων πλῆθος ἀφʼ ἑκάστου καθάπερ ἀπὸ σπέρματος ἀναπέφυκεν · ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων λόγων Madvigius: λόγον εἶναι τὸ νῦν ζητούμενον. εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου; Λαμπρίας ὁ ἀδελφὸς εἶπε καὶ μὴν ὃν ἡμεῖς ἀκηκόαμεν λόγον ἁπλοῦς τίς ἐστι καὶ κομιδῇ βραχύς. λέγουσι γὰρ ἐκείνους; τοὺς σοφοὺς ὑπʼ ἐνίων δὲ σοφιστὰς προσαγορευθέντας αὐτοὺς μὲν εἶναι πέντε, Χίλωνα καὶ Θαλῆν καὶ Σόλωνα καὶ Βίαντα καὶ Πιττακόν· ἐπεὶ δὲ Κλεόβουλος ὁ Λινδίων τύραννος, εἶτα Περίανδρος ὁ Κορίνθιος, οὐδὲν αὐτοῖς ἀρετῆς μετὸν οὐδὲ σοφίας, ἀλλὰ δυνάμει καὶ φίλοις καὶ χάρισι καταβιαζόμενοι τὴν δόξαν, ἐνέβαλον εἰς τοὔνομα τῶν σοφῶν καί τινας γνώμας καὶ λόγους ἐξέπεμπον καὶ διέσπειρον εἰς τὴν Ἑλλάδα τοῖς ὑπʼ ἐκείνων λεγομένοις ὁμοίους· δυσχεράναντας ἄρα τοὺς ἄνδρας ἐξελέγχειν μὲν οὐκ ἐθέλειν τὴν ἀλαζονείαν οὐδὲ φανερῶς ὑπὲρ δόξης ἀπεχθάνεσθαι καὶ διαμάχεσθαι πρὸς ἀνθρώπους μέγα δυναμένους, ἐνταῦθα δὲ συνελθόντας αὐτοὺς καθʼ αὑτοὺς καὶ διαλεχθέντας ἀλλήλοις, ἀναθεῖναι τῶν γραμμάτων ὃ τῇ τε τάξει πέμπτον ἐστὶ καὶ τοῦ ἀριθμοῦ τὰ πέντε δηλοῖ, μαρτυρομένους μὲν ὑπὲρ αὑτῶν πρὸς τὸν θεὸν ὅτι πέντʼ εἰσί, τὸν δʼ ἕβδομον καὶ τὸν ἕκτον τὸν δὲ ἕκτον καὶ τὸν ἕβδομον R ἀποποιουμένους καὶ ἀποβάλλοντας ὡς οὐ προσήκοντας αὑτοῖς· ὅτι δʼ οὐκ ἀπὸ σκοποῦ ταῦτα λέγεται, γνοίη τις ἂν ἀκούσας τῶν κατὰ τὸ ἱερὸν τὸ μὲν χρυσοῦν Λιβίοις τῆς Καίσαρος γυναικὸς ὀνομαζόντων, τὸ δὲ χαλκοῦν Ἀθηναίων τὸ δὲ πρῶτον καὶ παλαιότατον τῇ δʼ οὐσίᾳ ξύλινον ἔτι νῦν τῶν σοφῶν καλοῦσιν, ὡς οὐχ ἑνὸς ἀλλὰ κοινὸν ἀνάθημα πάντων γενόμενον. ὁ μὲν οὖν Ἀμμώνιος ἡσυχῆ διεμειδίασεν, ὑπονοήσας ἰδίᾳ τὸν Λαμπρίαν δόξῃ κεχρῆσθαι, πλάττεσθαι δʼ, ἱστορίαν καὶ ἀκοὴν ἑτέρων πρὸς τὸ ἀνυπεύθυνον. ἕτερος δέ τις ἔφη τῶν παρόντων, ὡς ὅμοια ταῦτʼ ἐστὶν οἷς πρῴην ὁ Χαλδαῖος ἐφλυάρει ξένος, ἑπτὰ μὲν εἶναι τὰ φωνὴν ἰδίαν ἀφιέντα τῶν γραμμάτων, ἑπτὰ δὲ τοὺς κίνησιν αὐτοτελῆ καὶ ἀσύνδετον ἐν οὐρανῷ κινουμένους ἀστέρας εἶναι δὲ τῇ τάξει δεύτερον τὸ τʼ Ε τῶν φωνηέντων ἀπʼ ἀρχῆς καὶ τὸν ἥλιον ἀπὸ σελήνης τῶν πλανήτων· ἡλίῳ δʼ Ἀπόλλωνα τὸν αὐτὸν ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν. ἀλλὰ ταυτὶ μέν ἔφη παντάπασιν ἐκ πίνακος καὶ πυλαίας. ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς ἔοικε, τοὺς ἀφʼ ἱεροῦ κινήσας ἐπὶ τὸν αὑτοῦ λόγον. ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶς ἐγίγνωσκε Δελφῶν· τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξαν εἰς τὸ μέσον προῆγον, οὔτε τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸν φθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος ἔχειν τι σύμβολον. ἔστι γάρ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ καὶ ] del. Stegmannus τότε καὶ τότε W: καὶ τε προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεὺς σχῆμα σχῆμα M: ὄχημα καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως, καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε καὶ διαπυνθανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ εἰ μορίου καὶ τοῦ μετʼ αὐτοῦ ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος. ἐπεὶ δʼ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν· εἰ γὰρ ὤφελον φησὶν ἕκαστος τῶν εὐχομένων. καὶ Ἀρχίλοχος Ἀρχίλοχος ] Bergkius 2 p. 402 εἰ γὰρ ὣς ὥς W: ὡς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν. θίγειν mei codd. καὶ τοῦ εἴθε τὴν δευτέραν συλλαβὴν παρέλκεσθαί supplendum vid. τὴν δευτέραν συλλαβὴν ὥσπερ καὶ τὸ ʼθὴνʼ φασιν, οἷον τὸ Σώφρονος ἃμα τέκνων θην δευομένα· καὶ τὸ Ὁμηρικὸν Ὁμηρικόν ] P 29 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος· ἐν δὲ τῷ εἰ τὸ εὐκτικὸν καὶ ἀποχρώντως δηλοῦσθαι.