εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα αἴνιγμα ] μίμημα M τοῦ θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας ἀγαπητέον ἀγαπητέον *: κατὰ τὸ ἧθος ἀγαπητέον οὖν, οὖν ] εἶναι ? οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς ὡς ] καὶ ? ὄργανον ἢ τέχνην ἀεὶ τέχνην ἀεὶ ] τέχνημα δεῖν ? τοῦ πάντα κοσμοῦντος θεοῦ νομίζειν· καὶ ὅλως καὶ ὅλως Bentleius: καλῶς ἀξιοῦν γε γε R: τε μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις χρόαις *: χροιαῖς γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τʼ κάλλους τʼ Papabasiliu coll. Plat. Phaedr. p. 251 b: ἄλλως τε ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ὅτῳ ὅτῳ Marklandus: ὅπως κυβερνᾶται τὸ τὸ Bentleius: τό τε σύμπαν καθʼ Ἡράκλειτον. Ἡράκλειτον ] Mullach. 1 p. 323 ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς χαλχοῖς Salmasius: χαλκείοις καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις, πηρώσεις Emperius αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων. στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δʼ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην ταύτην Marklandus: ταῦτα ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς ταῖς δ’ Ἰσιακαῖς idem: τοῖς δ’ ἰσιακοῖς χρῶνται πολλάκις· ἐν χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν αὑτῶν Holwerda: αὐτῶν ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ ἁπλοῦ Emperius: ἁγίου νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς τῇ ψυχῇ Marklandus ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε. παρέσχε Bentleius: προσέσχε διὸ καὶ Πλάτων Πλάτων ] Symp. p. 210a καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ ὡς οἱ ] καὶ ὅσοι Halmius τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς ἁπλῶς R: ἄλλως τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ ἐντελῆ ] ἐν τελετῇ R τέλος ἔχειν φιλοσοφίαν φιλοσοφίας R νομίζουσι. καὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρʼ Ἕλλησιν ᾍδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει διαταράττει X: διαταράττειν τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων. ὁ δʼ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ ἐνταυθοῖ ἐνταυθὶ Holwerda μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δʼ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεός, ὡς ἂν ἐξηρτημέναις ὡς ἂν ἐξηρτημέναις W: ἐξηρτημέναις ὡς ἂν ἀπʼ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν ῥητὸν ] ὁρατὸν W ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων πάντων ] πάντα W καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον. εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν ἂν * διανοηθείη τις πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ὑγίειαν *: ὑγείαν ἐπιτηδεύματα, μάλιστα δʼ ἐν δ’ ἐν Marklandus: δὲ ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι ἐστι *: ἐστι τουτὶ τοῦ ὁσίου τὸ ὑγιεινόν. . οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα καταμιγνύοντα X: καταμιγνύοντες τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν· ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ βὰλ ] σὰλ Iablonskius καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν. τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν μερῶν Emperius: μνῶν συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου, κυπείρου *: κυπέρου ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν (ὧν τὴν μὲν μείζονα τὴν δʼ ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δʼ οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν τῶν ἴσων - ἀριθμῶν W: τὸν ἴσον - ἀριθμὸν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι ἀγαγέσθαι ] ἀγαπᾶσθαι W προσηκόντως ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ ἀλλὰ τὰ Marklandus: ἅμα πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφʼ ἧς ὃ τʼ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως λείως R: δεῖ ὡς καὶ προσηνῶς προσηνῶς M: πρὸς ἡμᾶς ὑπνοῖ τε καὶ ὑπνοῖ τε καὶ *: ὑπινοῦται καὶ cf. p. 383 b κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν ἀναδομάτων ἀναδομάτων *: ἀναλωμάτων ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλαφῶσα ποιῇ ποιῇ Marklandus: ποιεῖ τινα γαργαλισμόν. τῷ δὲ κῦφι χρῶνται καὶ πώματι καὶ κράματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, lacuna 8-9 litt. in E χρὴ χρὴ ] χρῆμα R μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα σμύρνα Squirius: σμύρναν πρὸς τὴν εἵλην εὑλην R: σεληνην τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἥλιον ὁ Πίνδαρος Πιν́δαρος ] Olymp. I 6 ὁρᾶσθαί φησιν ἐρήμας ἐρήμας Pindarus: ἐρήμης διʼ αἰθέρος · ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφʼ ἡλίου τὴν γένεσιν ἔχοντα διʼ ἡμέρας, ταῦτα δʼ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.