τὸ δʼ τὸ δʼ ] cf. Vit. Cic. c. 13, ubi corr. οἱ δʼ (pro οἵδʼ ) ἀπελθόντες οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς, εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδʼ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν, ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δʼ Ἀπόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη καὶ διεφθάρη, λανθάνουσι λανθάνουσι Baxterus: μανθάνουσι συνεφελκόμενοι συνεφελκόμενοι *: οὖν ἐφελκόμενοι καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν. τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ. ἔσῃ X: ἐσσίν Nauck. p. 525 Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας (ἀλλὰ τοῦτο τοῦτο ] τοῦτο μὲν R τῆς ἀβελτερίας ἀβελτερίας *: ἀβελτηρίας ἐλάχιστόν ἐστι κακόν)· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα ὑπερείπουσα R: ὑπερείδουσι τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα ἐκπίπτουσα R: ἐμπίπτουσα καὶ θηριώδεις λογισμούς. ᾗ καὶ ᾗ X: ἢ περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι. τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς Ἑλληνικῶς X: ʽἑλληνικὰς καλοῦσιν, ἐπίσημα δοῦναι δοῦναι Marklandus: δοῦναι καὶ ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον ἕκαστον τῷ Salmasius: ἑκάστῳ τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν δεινῶν M: δὲ τῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν συμφρονεῖν Marklandus: σωφρονεῖν καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι ἐγκατασπεῖραι M: ἐν κατασπορᾷ δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου ἑτέρου R: ἑτέρους προσίεσθαι πεφυκότος, πεφυκότος R: πεφυκότας ἀμύνοντες ἀμύνοντες X: ἀμύνοντας ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι συνεφελκόμενοι W: συνελκόμενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα κύνα R: κύνας συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν. πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς αὐχμοὺς W: αὐχμὸς ἐπάγων ὑπερβάλλοντας ὑπερβάλλοντας idem: ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι καθιερεύουσι R: καθιεροῦσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας Εἰλειθυίας Partheius: ἰδιθύας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους Τυφωνείους Squirius: τυφωνίους καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ταφὰς ] Ἀπιδος ταφὰς X. τὰς Ἀπιδος ταφὰς ? ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, συνεμβάλλωσιν *: συνεμβάλωσιν οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ, ᾗ, συμβαίνειν *: σημαίνειν συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις Ἀπις ] add. καὶ ὁ Μένδης Semlerus. Alii alia. Addidi lacunam. οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι. λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν (ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν), ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ ἄστρῳ X: ἄστρῳ ἢ προσείκασαν. οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα μίμημα Basileensis: οὐ μίμημα θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου δι’ ἀψόφου ] Eurip. Tro. 887 βαίνων κελεύθου κατὰ δίκην κατὰ δίκην Cobetus: καὶ δίκης τὰ θνήτʼ θνήτʼ idem: θνητὰ ἄγει ἄγει idem: ἄγει κατὰ δίκην μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ ὃ M: ᾧ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον. γινόμενον vel γενησόμενον Halmius ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι, δυνάμεναι - φοβούμεναι M: δυνάμενοι - φοβούμενοι τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις κάν τοσαύταις ? ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δʼ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην οὕτω κλυζομένην ] ὑποκλυζομένην R καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ ἢ ] del. Duebnerus νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει διαστάσει Bottcherus: διαβάσει πρὸς ἀλλήλους καὶ τὸ καὶ τὸ ] i.e. καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον· ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς πρὸς R: περὶ τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ καὶ γὰρ καὶ X: καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις· οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς πλήθους ἀποφάσει καὶ δι’ ἁπλότητα τῆς Bottcherus: πείθουσα προάσει καὶ διπλοτάτης μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν· τόλμαν ] πόλεμον R δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι ἰσότητι ] ἰσότης καὶ Emperius δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ συντιθεμένων, ἀποτελούμενος. ἀποτελουμένη Holwerda