<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="66"><p rend="indent">καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, <milestone unit="tlnum" n="25"/> μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὴ θεοποιίαν</foreign>] corrupta. <foreign xml:lang="grc">μηδὲ χέδροπα</foreign> Emperius. Fort. <foreign xml:lang="grc">μηδ’ ὁποιοῦν</foreign> vel potius <foreign xml:lang="grc">μηδ’ ὁτιοῦν</foreign> </note> λέγοντες <pb xml:id="v.2.p.540"/> ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ <milestone unit="stephpage" xml:id="stephpage-377d" n="377d"/>Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἅπαντας</foreign> W</note> ἐνίους μὲν οὐ πάλαι τοῖς <milestone unit="tlnum" n="5"/> παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ <milestone unit="tlnum" n="10"/> πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων <milestone unit="tlnum" n="15"/><quote rend="blockquote"> τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Ps. Plut. de vita Homeri § 23</note> </quote> <milestone unit="stephpage" xml:id="stephpage-377e" n="377e"/>οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κάλως</foreign> X: <foreign xml:lang="grc">κάλους</foreign> </note> καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην, καὶ σπονδεῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σπονδεῖον</foreign>] <foreign xml:lang="grc">σπογγίον</foreign> R</note> ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἅμα δὲ</foreign> Bentleius</note> δεινὰς καὶ ἀθέους ἐμποιοῦσι <milestone unit="tlnum" n="20"/> δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες.  ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν.  </p></div><div type="textpart" subtype="section" n="67"><milestone unit="stephpage" xml:id="stephpage-377f" n="377f"/><p rend="indent">οὐ γὰρ ἄνουν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄνουν</foreign> R: <foreign xml:lang="grc">οὖν</foreign> </note> οὐδʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ</foreign> posterius add. Bentleius</note> ἄψυχον οὐδʼ ἀνθρώποις <milestone unit="tlnum" n="25"/> ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρωμένοις</foreign> (i.e. <foreign xml:lang="grc">ἡμῖν</foreign>) <foreign xml:lang="grc">αὐτοῖς</foreign> (sc. <foreign xml:lang="grc">τοῖς καρποῖς</foreign>) *: <foreign xml:lang="grc">χρωμένους αὐτοὺς καὶ</foreign> </note> <pb xml:id="v.2.p.541"/> αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀέναα</foreign> *: <foreign xml:lang="grc">ἀένναα</foreign> </note> καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς <milestone unit="tlnum" n="5"/> καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-378a" n="378a"/> κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντα</foreign> Marklandus: <foreign xml:lang="grc">πάντας</foreign> </note> τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· <milestone unit="tlnum" n="10"/> καὶ συμβόλοις χρῶνται καθιερωμένοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καθιερωμένοις οἱ μὲν</foreign> Salmasius: <foreign xml:lang="grc">καθιερωμένοι μὲν</foreign> </note> οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον <milestone unit="tlnum" n="15"/> αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα. </p></div><div type="textpart" subtype="section" n="68"><p rend="indent">διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι <milestone unit="stephpage" xml:id="stephpage-378b" n="378b"/> τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ <milestone unit="tlnum" n="20"/> δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. <milestone unit="tlnum" n="25"/> τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες <q>γλυκὺ ἡ ἀλήθεια</q> τὸ δὲ τῆς Ἴσιδος <pb xml:id="v.2.p.542"/> φυλακτήριον, ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται <q>φωνὴ ἀληθής.</q> τὸν δʼ Ἁρποκράτην <milestone unit="stephpage" xml:id="stephpage-378c" n="378c"/> οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χεδρόπων</foreign> Emperius: <foreign xml:lang="grc">χεδροπῶν</foreign> </note> τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου <milestone unit="tlnum" n="5"/> νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν <q>γλῶσσα τύχη , γλῶσσα δαίμων</q> τῶν δʼ ἐν <milestone unit="tlnum" n="10"/>Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, <milestone unit="stephpage" xml:id="stephpage-378d" n="378d"/> οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ <milestone unit="tlnum" n="15"/> μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὔφημα</foreign> M: <foreign xml:lang="grc">εὔσχημα</foreign> </note> λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι. <milestone unit="tlnum" n="20"/> </p></div><div type="textpart" subtype="section" n="69"><p rend="indent">πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παραλείπειν</foreign> *: <foreign xml:lang="grc">παραλιπεῖν</foreign> </note> τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν <milestone unit="tlnum" n="25"/> αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς <milestone unit="stephpage" xml:id="stephpage-378e" n="378e"/> ὁσίοις.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁσίοις</foreign>] <foreign xml:lang="grc">ὁσιρείοις</foreign> R</note> καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ <pb xml:id="v.2.p.543"/> τῆς Ἀχαίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀχαίας</foreign> *: <foreign xml:lang="grc">ἀχαιᾶς</foreign> </note> μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλειάδας</foreign> Halmius: <foreign xml:lang="grc">πλειάδα</foreign> </note> σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα <milestone unit="tlnum" n="5"/> δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Θεόπομπος</foreign>] Mueller. 1 p. 328</note> ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ <milestone unit="stephpage" xml:id="stephpage-378f" n="378f"/>Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες <milestone unit="tlnum" n="10"/> δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="70"><p rend="indent"> καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως <milestone unit="stephpage" xml:id="stephpage-379a" n="379a"/> καὶ θηριωδῶς. καθʼ ἣν δὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign> Squirius: <foreign xml:lang="grc">δὲ</foreign> </note> ὥραν τοὺς μὲν ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπὸ</foreign>] <foreign xml:lang="grc">ἀπὸ τῶν</foreign> R</note> <milestone unit="tlnum" n="20"/> δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατέσπειραν ὄντας</foreign> *: <foreign xml:lang="grc">κατασπείραντες</foreign> </note> ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γλίσχρους καὶ ἀπόρους</foreign> Baxterus: <foreign xml:lang="grc">γλίσχρως καὶ ἀπόρως</foreign> </note> διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ <milestone unit="tlnum" n="25"/> θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος <pb xml:id="v.2.p.544"/> ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑποκρίνεσθαι τὸν</foreign> Basileensis: <foreign xml:lang="grc">τὸν ὑποκρίνεσθαι</foreign> </note> τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα <milestone unit="stephpage" xml:id="stephpage-379b" n="379b"/> καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὖ μὲν οὖν</foreign> *: <foreign xml:lang="grc">οὐ μόνον</foreign> </note> Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἠξίωσε</foreign> W: <foreign xml:lang="grc">ἢ ἑξῆς οἱ</foreign> </note> τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, <milestone unit="stephpage" xml:id="stephpage-379c" n="379c"/> μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γελοῖον</foreign>] sc. <foreign xml:lang="grc">ἐστι</foreign></note> ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται· </p></div></div></body></text></TEI>