καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν μὴ θεοποιίαν ] corrupta. μηδὲ χέδροπα Emperius. Fort. μηδ’ ὁποιοῦν vel potius μηδ’ ὁτιοῦν λέγοντες ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες, ἅπαντας W ἐνίους μὲν οὐ πάλαι τοῖς παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν. cf. Ps. Plut. de vita Homeri § 23 οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κάλως X: κάλους καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην, καὶ σπονδεῖον σπονδεῖον ] σπογγίον R ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ ἀλλὰ ] ἅμα δὲ Bentleius δεινὰς καὶ ἀθέους ἐμποιοῦσι δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν. οὐ γὰρ ἄνουν ἄνουν R: οὖν οὐδʼ οὐδʼ posterius add. Bentleius ἄψυχον οὐδʼ ἀνθρώποις ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις χρωμένοις (i.e. ἡμῖν ) αὐτοῖς (sc. τοῖς καρποῖς ) *: χρωμένους αὐτοὺς καὶ αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα ἀέναα *: ἀένναα καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα πάντα Marklandus: πάντας τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· καὶ συμβόλοις χρῶνται καθιερωμένοις καθιερωμένοις οἱ μὲν Salmasius: καθιερωμένοι μὲν οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα. διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες γλυκὺ ἡ ἀλήθεια τὸ δὲ τῆς Ἴσιδος φυλακτήριον, ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται φωνὴ ἀληθής. τὸν δʼ Ἁρποκράτην οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων χεδρόπων Emperius: χεδροπῶν τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν γλῶσσα τύχη , γλῶσσα δαίμων τῶν δʼ ἐν Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα εὔφημα M: εὔσχημα λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι. πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν παραλείπειν *: παραλιπεῖν τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς ὁσίοις. ὁσίοις ] ὁσιρείοις R καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας Ἀχαίας *: ἀχαιᾶς μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας Πλειάδας Halmius: πλειάδα σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος Θεόπομπος ] Mueller. 1 p. 328 ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι. καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς. καθʼ ἣν δὴ δὴ Squirius: δὲ ὥραν τοὺς μὲν ἀπὸ ἀπὸ ] ἀπὸ τῶν R δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν κατέσπειραν ὄντας *: κατασπείραντες ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους, γλίσχρους καὶ ἀπόρους Baxterus: γλίσχρως καὶ ἀπόρως διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν ὑποκρίνεσθαι τὸν Basileensis: τὸν ὑποκρίνεσθαι τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν εὖ μὲν οὖν *: οὐ μόνον Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε ἠξίωσε W: ἢ ἑξῆς οἱ τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον γελοῖον ] sc. ἐστι ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·