<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="61"><p rend="indent">ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔθος</foreign> Marklandus</note> ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων <milestone unit="tlnum" n="10"/> λόγος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λόγος</foreign> (malim <foreign xml:lang="grc">ὢν λόγος</foreign>) <foreign xml:lang="grc">Ἀνουβις</foreign> R: <foreign xml:lang="grc">ἄνουβις λόγος</foreign> </note> Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ μὲν - τὸ δὲ</foreign> R: <foreign xml:lang="grc">τὸν μὲν - τὸν δὲ</foreign> </note> κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-375f" n="375f"/> δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ <milestone unit="tlnum" n="20"/> γλώττας τὰ τοιαῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ τοιαῦτα</foreign> X: <foreign xml:lang="grc">τὰς τοιαύτας</foreign> </note> προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὡρον</foreign>] <foreign xml:lang="grc">Ὡρον ἐκεῖνοι</foreign>?</note> Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ <milestone unit="tlnum" n="25"/> μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σῶθιν</foreign> *: <foreign xml:lang="grc">σωθὶ</foreign> </note> Αἰγυπτιστί· <pb xml:id="v.2.p.536"/> <milestone unit="stephpage" xml:id="stephpage-376a" n="376a"/> σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν <milestone unit="tlnum" n="5"/> ἀλλὰ μᾶλλον ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> Emperius</note> ὑφείμην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑφείμην</foreign> Bentleius: <foreign xml:lang="grc">ὑφιεμένην</foreign> </note> τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ - τοῦ</foreign>] <foreign xml:lang="grc">τὸ - τὸ</foreign> Holwerda</note> Ὀσίριδος, ἐκεῖνο μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Marklandus: <foreign xml:lang="grc">μὲν οὖν</foreign> </note> ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος. </p></div><div type="textpart" subtype="section" n="62"><p rend="indent">ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι <milestone unit="tlnum" n="10"/> φράζοντι τοιοῦτον λόγον <q>ἦλθον ἀπʼ ἐμαυτῆς,</q> ὅπερ <milestone unit="stephpage" xml:id="stephpage-376b" n="376b"/> ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. <milestone unit="tlnum" n="15"/> ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μανεθ́ς</foreign> Squirius: <foreign xml:lang="grc">μάνεθος</foreign> </note> καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ <milestone unit="tlnum" n="20"/> σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μαλακωτέραν</foreign> R: <foreign xml:lang="grc">μαλακώτερον</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-376c" n="376c"/> ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σκληρὰν - τυφώνειον</foreign> Marklandus: <foreign xml:lang="grc">σκληρίαν - τυφώνιον</foreign> </note> εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέστρεψε</foreign>] <foreign xml:lang="grc">ἀπέστρεψε</foreign> Holwerda</note> καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπειρίαν</foreign> X: <foreign xml:lang="grc">ἀπορίαν</foreign> </note> ἔτι φησὶ περὶ τοῦ <pb xml:id="v.2.p.537"/> Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign> W</note> ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος <milestone unit="tlnum" n="5"/> ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν. </p></div><div type="textpart" subtype="section" n="63"><p rend="indent">ἐμφαίνει καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">δὲ καὶ</foreign> R</note> τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ <milestone unit="tlnum" n="10"/> τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ <milestone unit="stephpage" xml:id="stephpage-376d" n="376d"/> μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν <milestone unit="tlnum" n="15"/> φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁψὶς</foreign> Leonicus: <foreign xml:lang="grc">ὄψις</foreign> </note> περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ <milestone unit="tlnum" n="20"/> πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι. τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον <milestone unit="stephpage" xml:id="stephpage-376e" n="376e"/> ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι <milestone unit="tlnum" n="25"/> τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον <pb xml:id="v.2.p.538"/> καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, <milestone unit="stephpage" xml:id="stephpage-376f" n="376f"/> ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα <milestone unit="tlnum" n="5"/> καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον· αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου <milestone unit="tlnum" n="10"/> τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν. </p></div><div type="textpart" subtype="section" n="64"><p rend="indent">συνελόντι δʼ εἰπεῖν οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ - οὐδʼ</foreign> Halmius: <foreign xml:lang="grc">οὔτε - οὔτʼ</foreign> </note> αὐχμὸν οὐδὲ <milestone unit="tlnum" n="15"/> θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον <milestone unit="stephpage" xml:id="stephpage-377a" n="377a"/> καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, <milestone unit="tlnum" n="20"/> οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε τὸν</foreign> *: <foreign xml:lang="grc">οὐ τὸν</foreign> </note> Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δυνάμενον</foreign>] <foreign xml:lang="grc">διανοούμενον</foreign> sc. <foreign xml:lang="grc">Εὔδοξαν</foreign> Marklandus</note> ἑνὶ γὰρ <milestone unit="tlnum" n="25"/> λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">ἐπὶ</foreign> R</note> πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ <pb xml:id="v.2.p.539"/> φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ <milestone unit="stephpage" xml:id="stephpage-377b" n="377b"/> διανέμουσαν. </p></div><div type="textpart" subtype="section" n="65"><p rend="indent">οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, <milestone unit="tlnum" n="5"/> εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτοις</foreign> Madvigius: <foreign xml:lang="grc">τούτους</foreign> </note> συνοικειοῦντες , καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῇ γῇ</foreign> Bentleius: <foreign xml:lang="grc">τῆς γῆς</foreign> </note> σπειρόμενος ὁ καρπός, <milestone unit="tlnum" n="10"/> αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην <milestone unit="stephpage" xml:id="stephpage-377c" n="377c"/> περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς <milestone unit="tlnum" n="15"/> προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑορτάζειν</foreign>] <foreign xml:lang="grc">ἑορτάζει</foreign> sc. <foreign xml:lang="grc">Ἁρποκράτης</foreign> Madvigius</note> μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν <milestone unit="tlnum" n="20"/> ἕλκοντες. </p></div></div></body></text></TEI>