ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος ἔθος Marklandus ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων λόγος λόγος (malim ὢν λόγος ) Ἀνουβις R: ἄνουβις λόγος Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ τὸ μὲν - τὸ δὲ R: τὸν μὲν - τὸν δὲ κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ γλώττας τὰ τοιαῦτα τὰ τοιαῦτα X: τὰς τοιαύτας προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον, Ὡρον ] Ὡρον ἐκεῖνοι ? Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν Σῶθιν *: σωθὶ Αἰγυπτιστί· σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν ἀλλὰ μᾶλλον ἂν ἂν Emperius ὑφείμην ὑφείμην Bentleius: ὑφιεμένην τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ τοῦ - τοῦ ] τὸ - τὸ Holwerda Ὀσίριδος, ἐκεῖνο μὲν μὲν Marklandus: μὲν οὖν ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος. ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγον ἦλθον ἀπʼ ἐμαυτῆς, ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, Μανεθ́ς Squirius: μάνεθος καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν μαλακωτέραν R: μαλακώτερον ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, σκληρὰν - τυφώνειον Marklandus: σκληρίαν - τυφώνιον εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε ἀνέστρεψε ] ἀπέστρεψε Holwerda καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν. ἀπειρίαν X: ἀπορίαν ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν ἐν W ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν. ἐμφαίνει καὶ καὶ ] δὲ καὶ R τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς ἁψὶς Leonicus: ὄψις περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι. τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον· αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν. συνελόντι δʼ εἰπεῖν οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ οὐδὲ - οὐδʼ Halmius: οὔτε - οὔτʼ αὐχμὸν οὐδὲ θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν οὔτε τὸν *: οὐ τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον. δυνάμενον ] διανοούμενον sc. Εὔδοξαν Marklandus ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ περὶ ] ἐπὶ R πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ διανέμουσαν. οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους τούτοις Madvigius: τούτους συνοικειοῦντες , καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ τῇ γῇ Bentleius: τῆς γῆς σπειρόμενος ὁ καρπός, αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν ἑορτάζειν ] ἑορτάζει sc. Ἁρποκράτης Madvigius μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν ἕλκοντες.