<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">οἶνον δʼ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ <milestone unit="stephpage" xml:id="stephpage-353b" n="353b"/> ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡμέρας</foreign>] <foreign xml:lang="grc">ἱερέας</foreign> Moserus</note> πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος· οἱ δʼ ἄλλοι χρῶνται μὲν <milestone unit="tlnum" n="25"/> ὀλίγῳ δέ. πολλὰς δʼ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ <pb xml:id="v.2.p.476"/> θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑκαταῖος</foreign>] Mueller. 2 p. 389</note> ἱστόρηκεν, ἱερεῖς ὄντες· ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου, πρότερον δʼ οὐκ ἔπινον οἶνον οὐδʼ ἔσπενδον <milestone unit="tlnum" n="5"/> ὡς φίλιον θεοῖς, ἀλλʼ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἴονται πεσόντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι· διὸ καὶ τὸ μεθύειν <milestone unit="stephpage" xml:id="stephpage-353c" n="353c"/> ἔκφρονας ποιεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιεῖν</foreign> Marklandus: <foreign xml:lang="grc">ποιεῖ</foreign> </note> καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους. ταῦτα μὲν οὖν <milestone unit="tlnum" n="10"/>Εὔδοξος ἐν τῇ δευτέρᾳ τῆς περιόδου λέγεσθαί φησιν οὕτως ὑπὸ τῶν ἱερέων. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent"> ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλʼ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπʼ ἀγκίστρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν <milestone unit="tlnum" n="15"/> δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περιπεσόντος αὐτῷ. Συηνῖται δὲ φάγρου· δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ <milestone unit="stephpage" xml:id="stephpage-353d" n="353d"/> τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δʼ ἱερεῖς ἀπέχονται πάντων· πρώτου δὲ μηνὸς <milestone unit="tlnum" n="20"/> ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν τοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος <milestone unit="tlnum" n="25"/> ὁσίως φιλοσοφουμένοις· ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδʼ ἀπερίεργον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδ’ ἀπειρίεργον</foreign> Bentleius: <foreign xml:lang="grc">οὐδὲ περίεργον ἀποφαίνων</foreign> Baxterus: <foreign xml:lang="grc">ἀποφαίνειν</foreign> </note> ὄψον ἀποφαίνων <pb xml:id="v.2.p.477"/> τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους <milestone unit="stephpage" xml:id="stephpage-353e" n="353e"/> νησιώτας ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ <milestone unit="tlnum" n="5"/> πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν. ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">καὶ ὕδατος</foreign> R. Del. Squirius</note> παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλʼ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες. </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">οὐδὲν γὰρ ἄλογον οὐδὲ μυθῶδες οὐδʼ ὑπὸ <milestone unit="tlnum" n="10"/> δεισιδαιμονίας, ὥσπερ ἔνιοι νομίζουσιν, ἐγκατεστοιχειοῦτο ταῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῖς</foreign> W</note> ἱερουργίαις, ἀλλὰ τὰ μὲν ἠθικὰς ἔχοντα καὶ χρειώδεις αἰτίας, τὰ δʼ οὐκ ἄμοιρα κομψότητος ἱστορικῆς ἢ φυσικῆς ἐστιν, οἷον τὸ περὶ κρομμύου. <milestone unit="stephpage" xml:id="stephpage-353f" n="353f"/> τὸ γὰρ ἐμπεσεῖν εἰς τὸν ποταμὸν καὶ ἀπολέσθαι <milestone unit="tlnum" n="15"/> τὸν τῆς Ἴσιδος τρόφιμον Δίκτυν τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> Leonicus: <foreign xml:lang="grc">οὐ</foreign> </note> κρομμύων ἐπιδρασσόμενον ἐσχάτως ἀπίθανον· οἱ δʼ ἱερεῖς ἀφοσιοῦνται καὶ δυσχεραίνουσι τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Squirius: <foreign xml:lang="grc">καὶ τὸ</foreign> </note> κρόμμυον παραφυλάττοντες, ὅτι τῆς σελήνης φθινούσης μόνον εὐτροφεῖν τοῦτο καὶ τεθηλέναι πέφυκεν. ἔστι δὲ πρόσφορον <milestone unit="tlnum" n="20"/> οὔθʼ ἁγνεύουσιν οὔθʼ ἑορτάζουσι, τοῖς μὲν ὅτι διψῆν, τοῖς δʼ ὅτι δακρύειν ποιεῖ τοὺς προσφερομένους. ὁμοίως δὲ καὶ τὴν ὗν ἀνίερον ζῷον ἡγοῦνται· ὡς μάλιστα γὰρ ὀχεύεσθαι δοκεῖ τῆς σελήνης φθινούσης· καὶ τῶν τὸ γάλα πινόντων ἐξανθεῖ τὰ σώματα λέπραν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-354a" n="354a"/> καὶ ψωρικὰς τραχύτητας, τὸν δὲ λόγον, ὃν θύοντες ἅπαξ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἅπαξ</foreign>] <foreign xml:lang="grc">ἅπαξ τοῦ ἔτους</foreign> Squirius ex Ael. H. A. 10, 16</note> ὗν ἐν πανσελήνῳ καὶ ἐσθίοντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἐσθίοντες</foreign> Bentleius: <foreign xml:lang="grc">κατεσθίοντες</foreign> </note> ἐπιλέγουσιν, ὡς <pb xml:id="v.2.p.478"/> ὁ Τυφὼν ὗν διώκων πρὸς τὴν πανσέληνον εὗρε τὴν ξυλίνην σορόν, ἐν ᾗ τὸ σῶμα τοῦ Ὀσίριδος ἔκειτο, καὶ διέρριψεν, οὐ πάντες ἀποδέχονται, παρακουσμάτιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παρακουσμάτιον</foreign> X: <foreign xml:lang="grc">παρακουσμάτων</foreign> </note> ὥσπερ ἄλλα πολλὰ νομίζοντες· ἀλλὰ τρυφήν τε <milestone unit="tlnum" n="5"/> καὶ πολυτέλειαν καὶ ἡδυπάθειαν οὕτω προβάλλεσθαι τοὺς παλαιοὺς λέγουσιν, ὥστε καὶ στήλην ἔφασαν ἐν Θήβαις ἐν τῷ ἱερῷ κεῖσθαι κατάρας ἐγγεγραμμένας ἔχουσαν κατὰ Μείνιος τοῦ βασιλέως, ὃς πρῶτος <milestone unit="stephpage" xml:id="stephpage-354b" n="354b"/>Αἰγυπτίους τῆς ἀπλούτου καὶ ἀχρημάτου καὶ λιτῆς <milestone unit="tlnum" n="10"/> ἀπήλλαξε διαίτης. λέγεται δὲ καὶ Τέχνακτις ὁ Βοκχόρεως πατὴρ στρατεύων ἐπʼ Ἄραβας, τῆς ἀποσκευῆς βραδυνούσης, ἡδέως τῷ προστυχόντι σιτίῳ χρησάμενος, εἶτα κοιμηθεὶς βαθὺν ὕπνον ἐπὶ στιβάδος, ἀσπάσασθαι τὴν εὐτέλειαν· ἐκ δὲ τούτου καταράσασθαι <milestone unit="tlnum" n="15"/> τῷ Μεινίῳ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μεινίῳ</foreign>] <foreign xml:lang="grc">Μείνι</foreign> Baxterus</note> καὶ τῶν ἱερέων ἐπαινεσάντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπαινεσάντων</foreign>] <foreign xml:lang="grc">ἐπινευσάντων</foreign> R</note> στηλιτεῦσαι τὴν κατάραν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων ἢ τῶν μαχίμων, τοῦ μὲν διʼ ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. ὁ δʼ ἐκ <milestone unit="tlnum" n="20"/> μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίγνετο τῶν ἱερέων <milestone unit="stephpage" xml:id="stephpage-354c" n="354c"/> καὶ μετεῖχε τῆς φιλοσοφίας, ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν, ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἐπιεικῶς <milestone unit="tlnum" n="25"/> ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς θεολογίας αὐτῶν ἐχούσης. τὸ δʼ ἐν Σάι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σάι</foreign> p. 363f. Stob. 44, 42: <foreign xml:lang="grc">σάει</foreign> </note> τῆς Ἀθηνᾶς, ἣν καὶ <pb xml:id="v.2.p.479"/> Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτην <q>ἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψεν</q> ἔτι δὲ τῶν πολλῶν νομιζόντων ἴδιον παρʼ Αἰγυπτίοις ὄνομα <milestone unit="tlnum" n="5"/> τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν (ὃ παράγοντες ἡμεῖς <milestone unit="stephpage" xml:id="stephpage-354d" n="354d"/>Ἄμμωνα λέγομεν), Μανεθὼς μὲν ὁ Σεβεννύτης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σεβεννύτης</foreign> Steph. Byzantius hic et infra: <foreign xml:lang="grc">σεβεννίτης</foreign> </note> τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς· Ἑκαταῖος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑκαταὶος</foreign>] vid. p. 358 b</note> δʼ ὁ Ἀβδηρίτης φησὶ τούτῳ καὶ πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι <milestone unit="tlnum" n="10"/> τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, ὃν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃν</foreign> Bentleius</note> τῷ παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν. <milestone unit="tlnum" n="15"/> ἡ μὲν οὖν εὐλάβεια τῆς περὶ τὰ θεῖα σοφίας Αἰγυπτίων τοσαύτη ἦν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦν</foreign>] del. Benselerus</note> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent"> μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σοφώτατοι, <milestone unit="stephpage" xml:id="stephpage-354e" n="354e"/>Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δʼ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι <milestone unit="tlnum" n="20"/> καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου, Πυθαγόραν δʼ Οἰνούφεως Ἡλιοπολίτου.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡλιοπολίτου</foreign> *: <foreign xml:lang="grc">ἡλιουπολίτου</foreign> </note> μάλιστα δʼ οὗτος, ὡς ἔοικε, <milestone unit="stephpage" xml:id="stephpage-354f" n="354f"/> θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο <milestone unit="tlnum" n="25"/> τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα· τῶν γὰρ καλουμένων <pb xml:id="v.2.p.480"/> ἱερογλυφικῶν γραμμάτων οὐδὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθαγορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸ <q>μὴ ἐσθίειν ἐπὶ δίφρου</q> <q>μηδʼ ἐπὶ χοίνικος καθῆσθαι</q> <q>μηδὲ φοίνικα φυτεύειν</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φυτεύειν</foreign>] <foreign xml:lang="grc">φονεύειν</foreign>?</note> <q>μηδὲ πῦρ μαχαίρᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μαχαίρᾳ</foreign> *: <foreign xml:lang="grc">μαχαιρῃ</foreign> </note> σκαλεύειν ἐν <milestone unit="tlnum" n="5"/> οἰκίᾳ</q> δοκῶ δʼ ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν Ἀπόλλωνα καὶ τὴν δυάδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν δυάδα</foreign> Squirius: <foreign xml:lang="grc">δυάδα τὴν</foreign> </note> Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδομάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον, ἐοικέναι τοῖς ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ γραφομένοις. τὸν γὰρ βασιλέα <milestone unit="tlnum" n="10"/> καὶ κύριον Ὄσιριν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν· <milestone unit="stephpage" xml:id="stephpage-355a" n="355a"/> ἔνιοι δὲ καὶ τοὔνομα διερμηνεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν <term> ος</term>, τὸ πολύ, τοῦ δʼ <term> ιρι</term> τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φράζοντος</foreign> Baxterus: <foreign xml:lang="grc">φράζοντες</foreign> </note> τὸν δʼ οὐρανὸν ὡς ἀγήρων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀγήρων</foreign> *: <foreign xml:lang="grc">ἀγήρω</foreign> </note> διʼ ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">θυμὸν ἐσχάρας ὑποκειμένης</foreign>] <foreign xml:lang="grc">βωμίου ἐσχάρας ὑποκαομέηνς</foreign>? cf. Eur. Phoen. 281. Soph. Antig. 1016. alii</note> ὑποκειμένης. ἐν δὲ <milestone unit="tlnum" n="15"/>Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν ἄχειρες, ἡ δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν, ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν. τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος· οὐ γὰρ ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες. τίκτουσι <milestone unit="tlnum" n="20"/> δὲ τὸν γόνον εἰς ὕλην, ἣν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰς ὕλην, ἣν</foreign> W: <foreign xml:lang="grc">ὡς</foreign> </note> σφαιροποιοῦσιν, οὐ τροφῆς μᾶλλον ἢ γενέσεως χώραν παρασκευάζοντες. <milestone unit="stephpage" xml:id="stephpage-355b" n="355b"/> </p></div></div></body></text></TEI>