<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="51"><p rend="indent">τὸν δʼ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, <pb xml:id="v.2.p.525"/> τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">Θ</foreign> 22</note> τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων <q>Ζῆνʼ ὕπατον καὶ μήστωρα</q> καλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> R</note> μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν <milestone unit="tlnum" n="5"/> γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐλαχίστῃ</foreign> *: <foreign xml:lang="grc">ἐλάχιστα τῇ</foreign> </note> τροφῇ πέφυκε. <milestone unit="stephpage" xml:id="stephpage-371f" n="371f"/> λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σώμασι</foreign> X: <foreign xml:lang="grc">ὄμμασι</foreign> </note> γῆν ὑπερπετόμενος ἐπιβάλλειν· ὅταν δὲ πιόμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πιόμενος</foreign> *: <foreign xml:lang="grc">πιούμενος</foreign> </note> ἐπὶ τὸν <milestone unit="tlnum" n="10"/> ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον· ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, <milestone unit="tlnum" n="15"/> ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀμπεχόνῃ - στέλλουσιν</foreign> Baxterus: <foreign xml:lang="grc">ἀμπεχόην δὲ φλογοειδὴς στέλλουσα</foreign> </note> αὐτοῦ <milestone unit="stephpage" xml:id="stephpage-372a" n="372a"/> τὰς εἰκόνας, ἥλιον σῶμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σῶμα</foreign>] <foreign xml:lang="grc">ὄμμα</foreign> Marklandus</note> τῆς τἀγαθοῦ δυνάμεως ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">φῶς</foreign> idem. Malim. <foreign xml:lang="grc">καὶ φῶς</foreign>. cf. p. 372 b</note> ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι <milestone unit="tlnum" n="20"/> προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ αὐχμόν, ὃς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃς</foreign> Baxterus: <foreign xml:lang="grc">οἷς</foreign> </note> φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ <milestone unit="tlnum" n="25"/> καθʼ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, <pb xml:id="v.2.p.526"/> ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις. <milestone unit="stephpage" xml:id="stephpage-372b" n="372b"/> </p></div><div type="textpart" subtype="section" n="52"><p rend="indent">ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, <milestone unit="tlnum" n="5"/> καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας <milestone unit="tlnum" n="10"/> ἡλίου γενέθλιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενέθλιον</foreign> Bentleius: <foreign xml:lang="grc">γενέσθαι ὃν</foreign> </note> ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, <milestone unit="stephpage" xml:id="stephpage-372c" n="372c"/> κλινόμενον καὶ πλάγιον ἀφʼ ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν <milestone unit="tlnum" n="15"/> ναὸν περιφέρουσι· καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάροδον</foreign>] <foreign xml:lang="grc">περίοδον</foreign> Marklandus</note> ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ <milestone unit="tlnum" n="20"/> ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις <milestone unit="stephpage" xml:id="stephpage-372d" n="372d"/> Ὥρου γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι <milestone unit="tlnum" n="25"/> περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι. τὸν δʼ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προστρέπεσθαι</foreign> Halmius: <foreign xml:lang="grc">προτρέπεσθαι</foreign> </note> καὶ θεραπεύειν οἴονται. καὶ τί δεῖ πολλὰ <pb xml:id="v.2.p.527"/> τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἥλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφʼ Ἑλλήνων λέγοντες, εἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δʼ <milestone unit="tlnum" n="5"/>Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅθεν</foreign> *: <foreign xml:lang="grc">ἓν</foreign> </note> καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς <milestone unit="stephpage" xml:id="stephpage-372e" n="372e"/> γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐμφαίνεσθαι</foreign> Marklandus: <foreign xml:lang="grc">ἐμφαίνουσι</foreign> </note> τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἥλιον. διὸ καὶ πρὸς τὰ <milestone unit="tlnum" n="10"/> ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁμωσγέπως</foreign> idem: <foreign xml:lang="grc">ἄλλως γέ πως</foreign> </note> τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδʼ ἀκούειν ἄξιον. ἀλλʼ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="53"><p rend="indent">ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ, καὶ δεκτικὸν ἁπάσης γενέσεως, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος, ὑπὸ δὲ τῶν πολλῶν <milestone unit="stephpage" xml:id="stephpage-372f" n="372f"/> μυριώνυμος κέκληται, διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμφυτον <milestone unit="tlnum" n="20"/> ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δʼ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μοῖραν</foreign>] <foreign xml:lang="grc">πεῖραν</foreign> Madvigius</note> ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δʼ ἀεὶ πρὸς τὸ βέλτιον ἐξ ἑαυτῆς καὶ παρέχουσα γεννᾶν <milestone unit="tlnum" n="25"/> ἐκείνῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνῳ</foreign> Baxterus: <foreign xml:lang="grc">ἐκεῖνο</foreign> </note> καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπορροὰς</foreign> *: <foreign xml:lang="grc">ἀπορροίας</foreign> </note> καὶ <pb xml:id="v.2.p.528"/> ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. εἰκὼν γάρ ἐστιν οὐσίας ἐν ὕλῃ ἡ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡ</foreign> R</note> γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γιγνόμενον. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-373a" n="373a"/> </p></div><div type="textpart" subtype="section" n="54"><p rend="indent">ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα· τὴν δʼ Ἶσιν πλανωμένην καὶ ζητεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ζητεῖν</foreign>] <foreign xml:lang="grc">ἀναζητεῖν</foreign> Marklandus</note> καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς <milestone unit="tlnum" n="10"/> καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃς</foreign> W: <foreign xml:lang="grc">τινὰς</foreign> </note> δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται , καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-373b" n="373b"/> τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμου αἰσθητὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰσθητὸν</foreign>] <foreign xml:lang="grc">σωματικὸν καὶ αἰσθητόν</foreign>?</note> ὄντα γεννᾷ. διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδʼ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθʼ ἑαυτὸν <milestone unit="tlnum" n="20"/> ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν. περιγίγνεται δὲ καὶ νικᾷ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περιγίνεται δὲ καὶ νικᾷ</foreign> X: <foreign xml:lang="grc">περιγίνονται δὲ καὶ νῖκαι</foreign> </note> τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. ἡ μὲν γάρ, ἔτι τῶν <milestone unit="tlnum" n="25"/> θεῶν ἐν γαστρὶ τῆς Ῥέας ὄντων, ἐξ Ἴσιδος καὶ Ὀσίριδος γενομένη γένεσις Ἀπόλλωνος αἰνίττεται τὸ <pb xml:id="v.2.p.529"/> <milestone unit="stephpage" xml:id="stephpage-373c" n="373c"/> πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ λόγῳ</foreign> Marklandus: <foreign xml:lang="grc">τοῦ λόγου</foreign> </note> τὴν ὕλην, τὴν φύσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν φύσιν</foreign> *: <foreign xml:lang="grc">φύσει</foreign> </note> ἐλεγχομένην ἐφʼ αὑτῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐφ’ αὑτῆς</foreign> Marklandus: <foreign xml:lang="grc">ἐπ’ αὐτὴν</foreign> </note> ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν. διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ <milestone unit="tlnum" n="5"/> σκότῳ γενέσθαι, καὶ πρεσβύτερον Ὧρον καλοῦσιν· οὐ γὰρ ἦν κόσμος, ἀλλʼ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος. </p></div><div type="textpart" subtype="section" n="55"><p rend="indent">ὁ δʼ Ὧρος οὗτος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὑτος</foreign>] <foreign xml:lang="grc">ὁ υἱὸς</foreign>?</note> αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, <milestone unit="tlnum" n="10"/> ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ <milestone unit="stephpage" xml:id="stephpage-373d" n="373d"/> νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν <milestone unit="tlnum" n="15"/> ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνεπήρωσε</foreign> Baxterus: <foreign xml:lang="grc">ἀνεπλήρωσε</foreign> </note> δύναμιν. ὅθεν ἐκεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">ἐκείνη</foreign> </note> μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> idem</note> φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μέρεσι</foreign> Squirius: <foreign xml:lang="grc">μέλεσι</foreign> </note> σεισμῶν <milestone unit="tlnum" n="20"/> μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ ἐν</foreign> X: <foreign xml:lang="grc">καὶ ἐν</foreign> </note> ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνχέουσα</foreign> Baxterus: <foreign xml:lang="grc">συνέχουσα</foreign> </note> καὶ μελαίνουσα πολλάκις <milestone unit="tlnum" n="25"/> τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, <pb xml:id="v.2.p.530"/> <milestone unit="stephpage" xml:id="stephpage-373e" n="373e"/> ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν <milestone unit="tlnum" n="5"/> ὁ ἥλιος ἰᾶται διαφυγούσῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαφυγούσῃ</foreign> Bentleius: <foreign xml:lang="grc">διαφυγούσης</foreign> </note> τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων. </p></div></div></body></text></TEI>