<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="41"><p rend="indent">οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ <milestone unit="tlnum" n="25"/> ἀστρολογίας μαθηματικῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μαθηματικῶν</foreign>] <foreign xml:lang="grc">μαθημάτων</foreign> Marklandus</note> ἔνια μιγνύντες Τυφῶνα <pb xml:id="v.2.p.514"/> <milestone unit="stephpage" xml:id="stephpage-367d" n="367d"/> μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ <milestone unit="tlnum" n="5"/> πυρὶ καὶ σκληρῷ καταθάλπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ σκληρῷ καταθάλπειν</foreign> Madvigius: <foreign xml:lang="grc">κεκληρωκότα θάλπειν</foreign> </note> τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ</foreign>] del. Squirius</note> Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον <milestone unit="tlnum" n="10"/> ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ <milestone unit="stephpage" xml:id="stephpage-367e" n="367e"/> τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περισσῆς</foreign> R: <foreign xml:lang="grc">περὶ</foreign> </note> σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περαινομένοις</foreign> sc. <foreign xml:lang="grc">ἔργοις</foreign> Halmius: <foreign xml:lang="grc">περαινομένης</foreign> </note> <milestone unit="tlnum" n="15"/> οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν. </p></div><div type="textpart" subtype="section" n="42"><p rend="indent">ἑβδόμῃ ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ἐπὶ</foreign>?</note> δέκα τὴν Ὀσίριδος γενέσθαι <milestone unit="tlnum" n="20"/> τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ <milestone unit="stephpage" xml:id="stephpage-367f" n="367f"/> καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα <milestone unit="tlnum" n="25"/> ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις <pb xml:id="v.2.p.515"/> ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαιρεῖ</foreign>] <foreign xml:lang="grc">διατηρεῖ</foreign> X</note> τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">κατὰ τὸν</foreign> W</note> ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι <milestone unit="tlnum" n="5"/> τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ <milestone unit="stephpage" xml:id="stephpage-368a" n="368a"/> εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κἀν</foreign>?</note> τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν <milestone unit="tlnum" n="10"/> σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-368b" n="368b"/> τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον, <q>ἀτελὲς ἀγαθόν</q> προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνεργοῦν</foreign>] <foreign xml:lang="grc">εὐεργὸν</foreign>?</note> καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃ δὲ λέγουσιν ἕτερον κἑ</foreign>?</note> ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὀμφιν</foreign>] <foreign xml:lang="grc">Ὀνουφιν</foreign> Partheius</note> εὐεργέτην ὁ Ἑρμαῖός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑρμέας</foreign> R</note> <milestone unit="tlnum" n="20"/> φησι δηλοῦν ἑρμηνευόμενον. </p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων <milestone unit="tlnum" n="25"/> περιόδων ἑκάστης ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἓξ</foreign>] <foreign xml:lang="grc">ἑπτὰ</foreign> Squirius</note> πρὸς τὴν διχότομον· ἡ δὲ <pb xml:id="v.2.p.516"/> <milestone unit="stephpage" xml:id="stephpage-368c" n="368c"/> μέση περὶ Μέμφιν, ὅταν ᾖ δικαία, δεκατεσσάρων πήχεων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πήχεων</foreign> *: <foreign xml:lang="grc">πηχῶν</foreign> </note> πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀπιν</foreign>] add. <foreign xml:lang="grc">φασιν</foreign> Baxterus</note> εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γίγνεσθαι</foreign> *: <foreign xml:lang="grc">γενέσθαι</foreign> </note> δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς <milestone unit="tlnum" n="5"/> ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς. ἔτι δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔτι δὲ</foreign> Baxterus: <foreign xml:lang="grc">ὅτι</foreign> </note> τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος <milestone unit="tlnum" n="10"/> δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-368d" n="368d"/> γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις ἀναλύεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀναλύεσθαι</foreign> W: <foreign xml:lang="grc">ἀναδύεσθαι</foreign> </note> καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος ὁ περίγειος κόσμος οὔτε <milestone unit="tlnum" n="20"/> φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως. </p></div><div type="textpart" subtype="section" n="44"><p rend="indent">ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ <milestone unit="tlnum" n="25"/> φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν <milestone unit="stephpage" xml:id="stephpage-368e" n="368e"/> ἀποκρύπτει καὶ ἀφανίζει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">scr. vid. <foreign xml:lang="grc">ἀναιρεῖ</foreign> kai\</note> ταῖς τριακάσιν, οὐ μὴν <pb xml:id="v.2.p.517"/> ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν γ͂ν</foreign>] <foreign xml:lang="grc">γῆν</foreign>?</note> καὶ φανερόν. <milestone unit="tlnum" n="5"/> ὁ δὲ τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign> Bentleius: <foreign xml:lang="grc">τούτῳ</foreign> </note> ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν <milestone unit="stephpage" xml:id="stephpage-368f" n="368f"/> δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν <milestone unit="tlnum" n="10"/> ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign> R: <foreign xml:lang="grc">ἐ?τι δ’ οὖν</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> W</note> δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάλαι</foreign>] <foreign xml:lang="grc">γὰρ πάλαι</foreign>?</note> μὲν <milestone unit="tlnum" n="15"/> τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα <milestone unit="tlnum" n="20"/> τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες. <milestone unit="stephpage" xml:id="stephpage-369a" n="369a"/> </p></div><div type="textpart" subtype="section" n="45"><p rend="indent">ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, <milestone unit="tlnum" n="25"/> ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">εἶναι</foreign> Baxterus. <foreign xml:lang="grc">ἔστιν εἰπεῖν</foreign>?</note> οὔτε γὰρ ἐν <pb xml:id="v.2.p.518"/> ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποίου</foreign> M: <foreign xml:lang="grc">ἄποιον</foreign> </note> δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον <milestone unit="tlnum" n="5"/> γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, <milestone unit="stephpage" xml:id="stephpage-369b" n="369b"/> ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. <q>παλίντονος</q> γάρ <q>ἁρμονίη κόσμου, ὅκωσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅκωσπερ</foreign> W: <foreign xml:lang="grc">ὅπωσπερ</foreign> </note> λύρης καὶ τόξου</q> καθʼ Ἡράκλειτον·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡράκλειτον</foreign>] Mullach. 1 p. 319</note> καὶ κατʼ Εὐριπίδην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 294</note> <quote rend="blockquote"><l> οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, <milestone unit="tlnum" n="10"/> </l><l> ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς. </l></quote> διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, <milestone unit="tlnum" n="15"/> ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περιφερομέην</foreign> Holwerda: <foreign xml:lang="grc">περιφερομένην</foreign> </note> ὡς οὔτʼ ἄνουν <milestone unit="stephpage" xml:id="stephpage-369c" n="369c"/> καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ <milestone unit="tlnum" n="20"/> πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων <milestone unit="tlnum" n="25"/> δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ <milestone unit="stephpage" xml:id="stephpage-369d" n="369d"/> εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης <pb xml:id="v.2.p.519"/> καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γίγνεσθαι</foreign> *: <foreign xml:lang="grc">γενέσθαι</foreign> </note> <milestone unit="tlnum" n="5"/> αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν. </p></div></div></body></text></TEI>