οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι· καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ θρύῳ W: θρύων βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς καὶ κύησις κύησις X: κίνησις πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν· ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ πᾶσα τῷ γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. αὑτῆς *: αὐτῆς τὸ δὲ πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸ τρισμάκαρες τρισμάκαρες ] Hom. ζ 154 καὶ δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες. id. θ 340 εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν· ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δʼ Ἶσις οὐχ εὗρεν, ἀλλʼ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ, δὴ περιχωρεῖ Madvigius: δὲ παραχωρεῖ διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην πρώτην R: πρῶτον ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ διʼ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δʼ Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ περὶ X: παρὰ φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες· τοῦτο δʼ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δʼ ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δʼ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφʼ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν. ἔτι τε τὸν κιττὸν κιττὸν Squirius: κιττὸν ὃν Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας ἀποικίας Marklandus: ἀποικίαν ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς περιέπεσεν, ἐν ᾗ Διὸς Valckenarius: περιπέσειε νηίδος ἱστορεῖται καὶ καὶ idem: δὲ καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι ἐν τῷ ἄλφα γράμματι ] del. R λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος Ἑρμαῖος ] Ἑρμέας R ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον ὄμβριμον ] ὄμβριον Iablonskius γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν Μνασέαν X: μνάσαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν· αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι. τῶν τʼ ἄστρων τὸν σείριον Ἴσιδος Ἰσιδος ] Ὀσίριδος Squirius νομίζουσιν, Ἰσιδος νομίζουσιν ] syllabas δος νομι in rasura habet E, cuius pr. manus dedisse vid. Ἰσιν ὀνομάζουσι ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι. Arati Phaenom. 351 ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος σῶμα γῆν ἔχουσι ἔχουσι ] λέγουσι W καὶ νομίζουσιν νομίζουσι ] ὀνομάζουσι Marklandus οὐ πᾶσαν, ἀλλʼ ἧς ὁ Νεῖλος ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς συνουσίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δʼ Ὧρος ἡ πάντα σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος ὥρα καὶ κρᾶσις ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς περὶ Βοῦτον ὑπὸ Λητοῦς τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ καλοῦσι τῆς γῆς τὰ ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς θαλάττης· διὸ καὶ Τελευτὴν Τελευτὴν Squirius: τελευταίην ἐπονομάζουσι τὴν Νέφθυν καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δʼ ὑπερβαλὼν καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχατεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν, ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίττονται τὸ παντελὲς παντελὲς ] ἀλιτενὲς W. Nihil opus, cum τὸ παντελὲς ἄγονον idem valeat ac τὴν παντελῆ ἀγονίαν τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ στειρότητος. στειρότητος W: στερρότητος ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ἑαυτὸν Bentleius: ἐναντίον ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται αὔξεται ] ὅτε αὔξεται Squirius τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ οἱ ] οἱ δὲ W. Possis etiam καὶ οἱ ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι (βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆν καὶ γῆν ] αἰσθητὴν Marklandus νομίζουσιν) ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, ἐπὶ πᾶσι δʼ πᾶσι δʼ *: πᾶσιν ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι· κατίασι Baxterus: κάτεισι καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν γῆν X: τὴν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον· καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι. τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· κρᾶσιν X: κρίσιν οὐ γὰρ ἦν κόσμον κόσμον ] to\n ko/smon εἶναι τέλειον, ἐκλιπόντος ἐκλιπόντος idem: ἐκλείποντος καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ μὴ ] δὴ W λέγεται παρὰ τὸ εἰκός , παρὰ τὸ εἰκός *: παρ’ αὐτοῖς εἰκότως εἰκότως ] ἀπεικότως Bentleius οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν ἔχειν ] ἐκεῖ Marklandus. Sex c. Plat. de Legg. p. 699 b. Herod. I 125 πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός. συνερρυηκός Bentleius: συνερρυηκότος ὁ δʼ Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων ὄμβρων R: ὀμβρίων γενομένης, ὁ Νεῖλος ἐξεώσας ἐξεώσας ] ἐξώσας W τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι προάγοντι *: προαγαγόντι τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος Ὁμηρος ] δ 355 ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα Δήμητρα *: δήμετραν δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.