<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς <milestone unit="tlnum" n="5"/> καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρατήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν, ἄθυτον ἡγεῖσθαι. θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε. <milestone unit="tlnum" n="10"/> διὸ τῇ μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις ἀποδίδονται. τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφραγισταὶ λεγόμενοι τῶν ἱερέων <milestone unit="stephpage" xml:id="stephpage-363c" n="363c"/> κατεσημαίνοντο, τῆς σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Κάστωρ</foreign>] vid. p. 266 e</note> <milestone unit="tlnum" n="15"/> γλυφὴν μὲν ἐχούσης ἄνθρωπον εἰς γόνυ καθεικότα ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς σφαγῆς ξίφος ἐγκείμενον· ἀπολαύειν δὲ καὶ τὸν ὄνον, ὥσπερ εἴρηται, τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται. διὸ <milestone unit="tlnum" n="20"/> καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖνος εἰπών <q>ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν,</q> ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Δείνων</foreign>] Mueller. 2 p. 95</note> ἱστόρηκεν. οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπʼ ὄνου <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-363d" n="363d"/> τῷ Τυφῶνι τὴν φυγὴν ἑπτὰ ἡμέρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡμέρας</foreign> Marklandus: <foreign xml:lang="grc">ἡμέραις</foreign> </note> γενέσθαι, καὶ σωθέντα γεννῆσαι παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον, <pb xml:id="v.2.p.503"/> αὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον. </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">ταῦτα μὲν οὖν τοιαύτας ὑπονοίας δίδωσιν· ἀπʼ ἄλλης δʼ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν <milestone unit="tlnum" n="5"/> δοκούντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δοκούντων</foreign> Eusebius Praep. Ev. 3 , 3: <foreign xml:lang="grc">δυναμένων</foreign> </note> τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δʼ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρʼ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι <milestone unit="tlnum" n="10"/> συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται καὶ διασπᾶται, πλὴν <milestone unit="stephpage" xml:id="stephpage-363e" n="363e"/> ὅσον γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπʼ αὐτοῦ. καὶ θρῆνός ἐστιν ἱερὸς ἐπὶ τοῦ Κρόνου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Κρόνου</foreign>] <foreign xml:lang="grc">Νείλου</foreign> M</note> γενόμενος, θρηνεῖ δὲ τὸν ἐν τοῖς ἀριστεροῖς <milestone unit="tlnum" n="15"/> γιγνόμενον μέρεσιν, ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον· Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ κόσμου πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ δὲ πρὸς νότον ἀριστερά. φερόμενος οὖν ἐκ τῶν νοτίων ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις ὑπὸ τῆς θαλάσσης καταναλισκόμενος <milestone unit="tlnum" n="20"/> εἰκότως λέγεται τὴν μὲν γένεσιν ἐν τοῖς ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς. διὸ τήν τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος ἀφρὸν καλοῦσι· καὶ τῶν ἀπαγορευομένων <milestone unit="stephpage" xml:id="stephpage-363f" n="363f"/> ἕν ἐστιν αὐτοῖς ἐπὶ τραπέζης ἅλα μὴ προτίθεσθαι. <milestone unit="tlnum" n="25"/> καὶ κυβερνήτας οὐ προσαγορεύουσιν, ὅτι χρῶνται θαλάττῃ καὶ τὸν βίον ἀπὸ τῆς θαλάττης ἔχουσιν. οὐχ ἥκιστα δὲ καὶ τὸν ἰχθὺν ἀπὸ ταύτης <pb xml:id="v.2.p.504"/> προβάλλονται τῆς αἰτίας, καὶ τὸ μισεῖν ἰχθύι γράφουσιν. ἐν Σάι γοῦν ἐν τῷ προπύλῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προπύλῳ</foreign>] <foreign xml:lang="grc">προπυλαίῳ</foreign> R</note> τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς ἦν γεγλυμμένον βρέφος, γέρων, καὶ μετὰ τοῦτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτον</foreign> *: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> ἱέραξ, ἐφεξῆς δʼ ἰχθύς, ἐπὶ πᾶσι δʼ ἵππος ποτάμιος. <milestone unit="tlnum" n="5"/> ἐδήλου δὲ συμβολικῶς <q>ὦ γιγνόμενοι καὶ ἀπογιγνόμενοι, θεὸς ἀναίδειαν μισεῖ· τὸ μὲν γὰρ βρέφος γενέσεως σύμβολον, φθορᾶς δʼ ὁ γέρων</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">θεὸς ἀναίδειαν - δ’ ὁ γέρων</foreign> supplevi cum Cobeto: <foreign xml:lang="grc">δεο γέρων</foreign>. Lac. 70 fere litt. in E</note> ἱέρακι δὲ τὸν θεὸν φράζουσιν, ἰχθύι δὲ μῖσος, ὥσπερ εἴρηται, διὰ τὴν θάλατταν· ἵππῳ ποταμίῳ δʼ ἀναίδειαν· λέγεται <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-364a" n="364a"/> γὰρ ἀποκτείνας τὸν πατέρα τῇ μητρὶ βίᾳ μίγνυσθαι. δόξει δὲ καὶ τὸ ὑπὸ τῶν Πυθαγορικῶν λεγόμενον, ὡς ἡ θάλαττα Κρόνου δάκρυόν ἐστιν, αἰνίττεσθαι τὸ μὴ καθαρὸν μηδὲ σύμφυλον αὐτῆς.</p><p rend="indent">ταῦτα μὲν οὖν ἔξωθεν εἰρήσθω κοινὴν ἔχοντα τὴν <milestone unit="tlnum" n="15"/> ἱστορίαν. </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος <milestone unit="tlnum" n="20"/> οὐσίαν νομίζοντες· Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ <milestone unit="stephpage" xml:id="stephpage-364b" n="364b"/> ὑγρότητι. διὸ καὶ πυρρόχρουν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πυρρόχρουν</foreign> (- <foreign xml:lang="grc">τ͂ͅ χρόᾳ πυρρὸν</foreign> p. 359 e) *: <foreign xml:lang="grc">πυρρόχρων</foreign> </note> γεγονέναι τῷ σώματι καὶ πάρωχρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πάρωχρον</foreign>] del. Cobetus</note> νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν <milestone unit="tlnum" n="25"/> ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ <pb xml:id="v.2.p.505"/> γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ <milestone unit="tlnum" n="5"/> θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ <milestone unit="stephpage" xml:id="stephpage-364c" n="364c"/> ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μνεῦιν</foreign> Basileensis: <foreign xml:lang="grc">μνύειν</foreign> </note> καλοῦσιν (Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι), μέλας ἐστὶ καὶ δευτέρας <milestone unit="tlnum" n="10"/> ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν, ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις <milestone unit="tlnum" n="15"/> τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἥλιον δὲ καὶ σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους περιπλεῖν φασιν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φασιν</foreign> Badhamus: <foreign xml:lang="grc">ἀεί</foreign> </note> αἰνιττόμενοι <milestone unit="stephpage" xml:id="stephpage-364d" n="364d"/> τὴν ἀφʼ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν. <milestone unit="tlnum" n="20"/> οἴονται δὲ καὶ Ὅμηρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρον</foreign>] <foreign xml:lang="grc">Ξ</foreign> 201</note> ὥσπερ Θαλῆν μαθόντα παρʼ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πρόεσιν</foreign> Salmasius: <foreign xml:lang="grc">πρόθεσιν</foreign> </note> ἀπουσίαν <milestone unit="tlnum" n="25"/> καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι· καὶ τὸν Διόνυσον <q>ὕην</q> ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα <pb xml:id="v.2.p.506"/> τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔοικεν</foreign> Valckenarius: <foreign xml:lang="grc">ἔθηκεν</foreign> </note> ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φύσεως</foreign>] <foreign xml:lang="grc">ὕσεως</foreign> Salmasius. <foreign xml:lang="grc">εὖ ὕσεως</foreign>?</note> καὶ τῆς εὑρέσεως.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὑρέσεως</foreign>] <foreign xml:lang="grc">ὑγρεύσεως</foreign> R. <foreign xml:lang="grc">εὖ ῥύσεως</foreign>?</note> <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-364e" n="364e"/> </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign>] <foreign xml:lang="grc">δήπου</foreign>? cf. p. 752 c. 1108 d</note> προσῆκόν ἐστιν, ἀρχικλὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχικλὰ</foreign>] <foreign xml:lang="grc">ἀρχηγὸν</foreign> Basileensis ex p. 293 f. <foreign xml:lang="grc">ἀρχίλλαν</foreign>?</note> μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, <milestone unit="tlnum" n="10"/> τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-364f" n="364f"/> οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταυρόμορφα Διονύσου</foreign> Marklandus</note> Διόνυσον ποιοῦσιν ἀγάλματα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἱ ἀγαλματοποιοὶ</foreign> Halmius cum X. Mihi <foreign xml:lang="grc">ἀγάλματα</foreign> glossema videtur</note> πολλοὶ τῶν Ἑλλήνων· αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι <q>ποδὶ βοείῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">βοείῳ</foreign>] <foreign xml:lang="grc">βοέῳ</foreign> p. 299 a</note> τὸν θεὸν ἐλθεῖν</q> πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, <milestone unit="tlnum" n="20"/> ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Mueller. 4 p 498</note> ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Νυκτέλια</foreign> Squirius: <foreign xml:lang="grc">νὺξ τελεία</foreign> </note> τοῖς λεγομένοις <pb xml:id="v.2.p.507"/> Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· <milestone unit="stephpage" xml:id="stephpage-365a" n="365a"/> ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου <milestone unit="tlnum" n="5"/> λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες <milestone unit="tlnum" n="10"/> ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 433</note> μάρτυς εἶναι λέγων <quote rend="blockquote"><l> δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς </l><l> αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας. <milestone unit="stephpage" xml:id="stephpage-365b" n="365b"/> </l></quote> διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται <milestone unit="tlnum" n="15"/> δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν. </p></div></div></body></text></TEI>