<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent"> τρέφειν δὲ τὴν Ἶσιν ἀντὶ μαστοῦ τὸν δάκτυλον <milestone unit="stephpage" xml:id="stephpage-357c" n="357c"/> εἰς τὸ στόμα τοῦ παιδίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><q>vel <foreign xml:lang="grc">τῷ παιδίῳ</foreign> vel <foreign xml:lang="grc">τιθεῖσαν</foreign></q> W</note> διδοῦσαν, νύκτωρ <milestone unit="tlnum" n="20"/> δὲ περικάειν τὰ θνητὰ τοῦ σώματος· αὐτὴν δὲ γενομένην χελιδόνα τῇ κίονι περιπέτεσθαι καὶ θρηνεῖν, ἄχρι οὗ τὴν βασίλισσαν παραφυλάξασαν καὶ ἐκκραγοῦσαν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκκραγοῦσαν</foreign> Bentleius: <foreign xml:lang="grc">κεκραγοῦσαν</foreign> </note> ὡς εἶδε περικαόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν ἀθανασίαν αὐτοῦ. τὴν δὲ θεὰν φανερὰν γενομένην <milestone unit="tlnum" n="25"/> αἰτήσασθαι τὴν κίονα τῆς στέγης· ὑφελοῦσαν δὲ ῥᾷστα περικόψαι τὴν ἐρείκην, εἶτα ταύτην μὲν <pb xml:id="v.2.p.487"/> ὀθόνῃ περικαλύψασαν καὶ μύρον καταχεαμένην ἐγχειρίσαι τοῖς βασιλεῦσι, καὶ νῦν ἔτι σέβεσθαι Βυβλίους τὸ ξύλον ἐν ἱερῷ κείμενον Ἴσιδος. τῇ δὲ σορῷ <milestone unit="stephpage" xml:id="stephpage-357d" n="357d"/> περιπεσεῖν καὶ κωκῦσαι τηλικοῦτον, ὥστε τῶν παίδων <milestone unit="tlnum" n="5"/> τοῦ βασιλέως τὸν νεώτερον ἐκθανεῖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκθανεῖν</foreign> R: <foreign xml:lang="grc">ἐνθανεῖν</foreign> </note> τὸν δὲ πρεσβύτερον μεθʼ ἑαυτῆς ἔχουσαν καὶ τὴν σορὸν εἰς πλοῖον ἐνθεμένην ἀναχθῆναι. τοῦ δὲ Φαίδρου ποταμοῦ πνεῦμα τραχύτερον ἐκθρέψαντος ὑπὸ τὴν ἕω, θυμωθεῖσαν ἀναξηρᾶναι τὸ ῥεῖθρον. <milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθʼ ἑαυτὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα, καὶ τῷ προσώπῳ τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν· τοῦ δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ καταμανθάνοντος, αἰσθομένην μεταστραφῆναι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-357e" n="357e"/> καὶ δεινὸν ὑπʼ ὀργῆς ἐμβλέψαι. τὸ δὲ παιδίον οὐκ ἀνασχέσθαι τὸ τάρβος, ἀλλʼ ἀποθανεῖν. οἱ δέ φασιν οὐχ οὕτως, ἀλλʼ ὡς εἴρηται πρότερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πρότερον</foreign> X: <foreign xml:lang="grc">τρόπον</foreign> </note> ἐκπεσεῖν εἰς τὴν θάλασσαν. ἔχει δὲ τιμὰς διὰ τὴν θεόν· ὃν γὰρ ᾄδουσιν Αἰγύπτιοι παρὰ τὰ συμπόσια <milestone unit="tlnum" n="20"/>Μανέρωτα, τοῦτον εἶναι. τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν ἢ Πηλούσιον, καὶ τὴν πόλιν ἐπώνυμον ἀπʼ αὐτοῦ γενέσθαι κτισθεῖσαν ὑπὸ τῆς θεοῦ· τὸν δʼ ᾀδόμενον Μανέρωτα πρῶτον εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν <milestone unit="tlnum" n="25"/> οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ θαλειάζουσι πρέπουσαν <q>αἴσιμα τὰ τοιαῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ τοιαῦτα</foreign>] <foreign xml:lang="grc">ταῦτα</foreign> W</note> παρείη·</q> <milestone unit="stephpage" xml:id="stephpage-357f" n="357f"/> τοῦτο γὰρ τῷ Μανέρωτι φραζόμενον ἀναφωνεῖν <pb xml:id="v.2.p.488"/> ἑκάστοτε τοὺς Αἰγυπτίους· ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, ᾗ τινες ὑπολαμβάνουσιν, ἀλλʼ <milestone unit="tlnum" n="5"/> οἰνωμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἰνωμένους</foreign> Marklandus: <foreign xml:lang="grc">οἰομένους</foreign> </note> παρακαλεῖν αὑτοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄχαριν ἐπίκωμον</foreign> Emperius: <foreign xml:lang="grc">οὗ χάριν ἐπὶ κῶμον</foreign> </note> ἐπίκωμον ἐπεισάγουσι. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">τῆς δʼ Ἴσιδος πρὸς τὸν υἱὸν Ὧρον ἐν Βούτῳ τρεφόμενον πορευθείσης, τὸ δʼ ἀγγεῖον ἐκποδὼν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-358a" n="358a"/> ἀποθεμένης Τυφῶνα κυνηγετοῦντα νύκτωρ πρὸς τὴν σελήνην ἐντυχεῖν αὐτῷ, καὶ τὸ σῶμα γνωρίσαντα διελεῖν εἰς τεσσαρεσκαίδεκα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τεσσαρεσκαίδεκα</foreign>] <foreign xml:lang="grc">τεσσαρακαίδεκα</foreign>?</note> μέρη καὶ διαρρῖψαι· τὴν δʼ Ἶσιν πυθομένην ἀναζητεῖν ἐν βάριδι παπυρίνῃ τὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> Basileensis: <foreign xml:lang="grc">τὰ δὲ</foreign> </note> ἕλη διεκπλέουσαν· ὅθεν οὐκ ἀδικεῖσθαι τοὺς ἐν <milestone unit="tlnum" n="15"/> παπυρίνοις σκάφεσι πλέοντας ὑπὸ τῶν κροκοδείλων, ἢ φοβουμένων ἢ σεβομένων νὴ διὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">νὴ Δία</foreign> Faehsius: <foreign xml:lang="grc">διὰ</foreign> </note> τὴν θεόν. ἐκ τούτου δὲ καὶ πολλοὺς τάφους Ὀσίριδος ἐν Αἰγύπτῳ λέγεσθαι διὰ τὸ προστυγχάνουσαν ἑκάστῳ μέρει ταφὰς ποιεῖν. οἱ δʼ οὔ φασιν, ἀλλʼ εἴδωλα ποιουμένην <milestone unit="tlnum" n="20"/> διδόναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διδόναι</foreign>] <foreign xml:lang="grc">διαδοῦναι</foreign> Marklandus</note> καθʼ ἑκάστην πόλιν ὡς τὸ σῶμα <milestone unit="stephpage" xml:id="stephpage-358b" n="358b"/> διδοῦσαν ὅπως παρὰ πλείοσιν ἔχῃ τιμάς, κἂν ὁ Τυφὼν ἐπικρατήσῃ τοῦ Ὥρου, τὸν ἀληθινὸν τάφον ζητῶν, πολλῶν λεγομένων καὶ δεικνυμένων ἀπαγορεύσῃ. μόνον δὲ τῶν μερῶν τοῦ Ὀσίριδος τὴν Ἶσιν <milestone unit="tlnum" n="25"/> οὐχ εὑρεῖν τὸ αἰδοῖον· εὐθὺς γὰρ εἰς τὸν ποταμὸν ῥιφῆναι καὶ γεύσασθαι τόν τε λεπιδωτὸν αὐτοῦ καὶ <pb xml:id="v.2.p.489"/> τὸν φάγρον καὶ τὸν ὀξύρυγχον, οὓς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὓς</foreign> Basileensis: <foreign xml:lang="grc">ὡς οὓς</foreign> </note> μάλιστα τῶν ἰχθύων ἀφοσιοῦσθαι·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀφοσιοῦσθαι</foreign>] <foreign xml:lang="grc">ἀφοσιοῦνται</foreign> R</note> τὴν δʼ Ἶσιν ἀντʼ ἐκείνου μίμημα ποιησαμένην καθιερῶσαι τὸν φαλλόν, ᾧ καὶ νῦν ἑορτάζειν τοὺς Αἰγυπτίους. <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ ᾍδου παραγενόμενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆσαι τί κάλλιστον ἡγεῖται· τοῦ δὲ φήσαντος <q>τῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσιν</q> <milestone unit="stephpage" xml:id="stephpage-358c" n="358c"/> δεύτερον ἐρέσθαι τί χρησιμώτατον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρησιμώτατον</foreign> Emperius: <foreign xml:lang="grc">χρησιμώτερον</foreign> </note> οἴεται ζῷον εἰς <milestone unit="tlnum" n="10"/> μάχην ἐξιοῦσι· τοῦ δʼ Ὥρου <q>ἵππον</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἵππον</foreign>] <foreign xml:lang="grc">λύκον</foreign> Benselerus</note> εἰπόντος, ἐπιθαυμάσαι καὶ διαπορῆσαι, πῶς οὐ λέοντα μᾶλλον ἀλλʼ ἵππον εἶπεν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἶπεν</foreign> W</note> εἰπεῖν οὖν τὸν Ὧρον ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον. <milestone unit="tlnum" n="15"/> ἀκούσαντʼ οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς παρασκευασαμένου τοῦ Ὥρου. λέγεται δʼ ὅτι, πολλῶν μετατιθεμένων ἀεὶ πρὸς τὸν Ὧρον, καὶ ἡ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο Θούηρις. ὄφις δέ τις ἐπιδιώκων <milestone unit="stephpage" xml:id="stephpage-358d" n="358d"/> αὐτὴν ὑπὸ τῶν περὶ τὸν Ὧρον κατεκόπη, καὶ <milestone unit="tlnum" n="20"/> νῦν διὰ τοῦτο σχοινίον τι προβάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον· τὸν Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν, ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι· τὸν δʼ Ὧρον οὐ μετρίως <milestone unit="tlnum" n="25"/> ἐνεγκεῖν, ἀλλʼ ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι τῆς κεφαλῆς τὸ βασίλειον· Ἑρμῆν δὲ <pb xml:id="v.2.p.490"/> περιθεῖναι βούκρανον αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ Ὥρῳ νοθείας λαχόντος, βοηθήσαντος δὲ τοῦ Ἑρμοῦ, καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> et <foreign xml:lang="grc">καὶ</foreign>] del. R</note> τὸν Ὧρον ὑπὸ τῶν θεῶν γνήσιον κριθῆναι, τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις μάχαις καταπολεμηθῆναι. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-358e" n="358e"/> τὴν δʼ Ἶσιν ἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν δυσφημοτάτων ἐξαιρεθέντων, οἷόν ἐστι τὸ περὶ <milestone unit="tlnum" n="10"/> τὸν Ὥρου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸν τοῦ Ὡρου</foreign>?</note> διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν. ὅτι μὲν οὖν, εἰ ταῦτα περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθʼ ἣν μάλιστα νοεῖται τὸ θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ συμπεσόντα δοξάζουσι καὶ λέγουσιν, <q>ἀποπτύσαι δεῖ καὶ καθήρασθαι στόμα</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">στόμα</foreign> R: <foreign xml:lang="grc">τὸ στόμα</foreign> </note> <milestone unit="tlnum" n="15"/> κατʼ Αἰσχύλον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Αἰσχύλον</foreign>] Nauck. p. 84</note> οὐδὲν δεῖ λέγειν πρὸς σέ. καὶ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-358f" n="358f"/> αὐτὴ δυσκολαίνεις τοῖς οὕτω παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν. ὅτι δʼ οὐκ ἔοικε ταῦτα κομιδῇ μυθεύμασιν ἀραιοῖς καὶ διακένοις πλάσμασιν, οἷα ποιηταὶ καὶ λογογράφοι καθάπερ οἱ <milestone unit="tlnum" n="20"/> ἀράχναι γεννῶντες ἀφʼ ἑαυτῶν ἀπʼ ἀρχῆς ἀνυποθέτου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπ’ α0ρχῆς ἀνυποθέτου</foreign> Marklandus: <foreign xml:lang="grc">ἀπαρξὰς ἀνυποθέτους</foreign> </note> ὑφαίνουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑφαίνουσι</foreign>] <foreign xml:lang="grc">συνυφαίνουσι</foreign>?</note> καὶ ἀποτείνουσιν, ἀλλʼ ἔχει τινὰς ἱστορίας καὶ παθῶν διηγήσεις, οἶσθʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἶσθʼ</foreign> *</note> αὐτή, καὶ καθάπερ οἱ μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀναχρωρήσει</foreign>] <foreign xml:lang="grc">ἀνακλάσει</foreign> R. <foreign xml:lang="grc">ἀναχρώσει</foreign> W</note> τῆς <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-359a" n="359a"/> ὄψεως, οὕτως μῦθος ἐνταῦθα λόγου <pb xml:id="v.2.p.491"/> τινὸς ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπʼ ἄλλα τὴν διάνοιαν, ὡς ὑποδηλοῦσιν αἵ τε θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον, αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ <milestone unit="tlnum" n="5"/> δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ σκότια κατὰ γῆς ἐχόντων στολιστήρια Θηβαίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Θηβαίοις</foreign>] <foreign xml:lang="grc">θηκαίοις</foreign> Bouhierus</note> ἐοικότα καὶ σηκοῖς·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ σηκοῖς</foreign>] fort. <foreign xml:lang="grc">σηκοῖς</foreign>, ut sit <foreign xml:lang="grc">θηκαίοις ἐοικότα σηκοῖς</foreign></note> οὐχ ἥκιστα δʼ ἡ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ κεῖσθαι λεγομένου τοῦ σώματος· τὴν <milestone unit="stephpage" xml:id="stephpage-359b" n="359b"/> τε γὰρ Διοχίτην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Διοχίτην</foreign> Holwerda: <foreign xml:lang="grc">ἐχειτῖνον</foreign>. cf. St. Byzantius</note> ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς <milestone unit="tlnum" n="10"/> μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἔν τʼ Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους ὁμοτάφους εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ <milestone unit="tlnum" n="15"/> τὸ σῶμα κεῖσθαι· καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν ἑρμηνεύουσιν, οἱ δʼ ἰδίως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰδίως</foreign> W: <foreign xml:lang="grc">ὡς</foreign> </note> τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φίλαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Φίλαις</foreign> Squirius: <foreign xml:lang="grc">πύλας</foreign> </note> †νιστιτάνην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">νιστιτάνην</foreign>] <foreign xml:lang="grc">νησίδα τὴν</foreign> Aldina. <foreign xml:lang="grc">νησίδα</foreign> Duebnerus. Scribendum vid. <foreign xml:lang="grc">νησῖδα</foreign> **, ut nomen insulae suppleatur</note> ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδʼ ὄρνιθας ἐπʼ αὐτὴν καταίρειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καταίρειν</foreign> X: <foreign xml:lang="grc">καρτερεῖν</foreign> </note> μηδʼ ἰχθῦς προσπελάζειν, ἑνὶ δὲ καιρῷ <milestone unit="tlnum" n="20"/> τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μηθίδης</foreign>] <foreign xml:lang="grc">μίνθης</foreign>?</note> φυτῷ περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος. <milestone unit="stephpage" xml:id="stephpage-359c" n="359c"/> </p></div></div></body></text></TEI>