<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg088.perseus-grc4"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-345c" n="345c"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">lac. addidit Duebnerus, Xylandro monente</note>ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς <milestone unit="tlnum" n="5"/> ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς <milestone unit="stephpage" xml:id="stephpage-345d" n="345d"/> τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν <milestone unit="tlnum" n="10"/>Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα, καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ <milestone unit="tlnum" n="15"/> πρὸς Λέσβον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">πρὸ Λέσβου</foreign></note> Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους <milestone unit="stephpage" xml:id="stephpage-345e" n="345e"/> τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρχίνον</foreign> R: <foreign xml:lang="grc">ἄρχιππον</foreign> </note> καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς <pb xml:id="v.2.p.456"/> Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κράτιππος</foreign>] Mueller. 2 p. 75</note> ἀνῄρηται. Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ <milestone unit="tlnum" n="5"/>Θεμιστογένει περὶ τούτων συντετάχθαι τῷ Συρακοσίῳ, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θεμιστογένει - τῷ Συρακουσίῳ</foreign> Turnebus: <foreign xml:lang="grc">θεμιστογένη - τὸν συρακούσιον</foreign> </note> ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κλειτόδημοι</foreign> W: <foreign xml:lang="grc">κλεινόδημοι</foreign>. cf. Mueller. 2 p. 360</note> Δίυλλοι Φιλόχορος Φύλαρχος, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φύλαρχος</foreign> R: <foreign xml:lang="grc">φίλαρχος</foreign> </note> ἀλλοτρίων γεγόνασιν ἔργων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔργων</foreign> Polus: <foreign xml:lang="grc">ἐρώτων</foreign> </note> ὥσπερ δραμάτων <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-345f" n="345f"/> ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης <milestone unit="tlnum" n="15"/> διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν· οὐχ ἥκιστα δʼ ὑπʼ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-346a" n="346a"/> αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται <q>μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.</q> καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος <milestone unit="tlnum" n="25"/> καὶ Πλεισταίνετος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλεισταίνετος</foreign>] <foreign xml:lang="grc">Πάναινος</foreign> O. Muellerus</note> ὁ Φειδίου ἀδελφός, οἱ μὲν <pb xml:id="v.2.p.457"/> στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι <milestone unit="tlnum" n="5"/> γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίηται καί <milestone unit="stephpage" xml:id="stephpage-346b" n="346b"/> τι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πεποίηται καί τι</foreign>] <foreign xml:lang="grc">πεποηφαγηκότι</foreign>?</note> προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφυῶς</foreign> R: <foreign xml:lang="grc">ἀφυῶς τις</foreign> </note> <quote rend="blockquote"><l> δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὃν ποτʼ Ἀθήνη </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><title rend="italic">Hom.</title> B 547</note><l> θρέψε Διὸς θυγάτηρ. <milestone unit="tlnum" n="10"/> </l></quote> γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign>] <foreign xml:lang="grc">ὑπὸ</foreign> Abreschius</note> τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας, ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ <milestone unit="tlnum" n="15"/> ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ <milestone unit="stephpage" xml:id="stephpage-346c" n="346c"/>Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο. μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν <milestone unit="tlnum" n="20"/> ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικρὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μικρὸν</foreign> Benselerus: <foreign xml:lang="grc">μικροῦ</foreign> </note> ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας κατὰ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ</foreign> *</note> τάχος πρὸς τὴν πόλιν γενομένης, <milestone unit="tlnum" n="25"/> ὑπέδειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ <pb xml:id="v.2.p.458"/> κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὴν</foreign> R: <foreign xml:lang="grc">εἰς τὴν</foreign> </note> μεταξὺ χώραν <milestone unit="stephpage" xml:id="stephpage-346d" n="346d"/> ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος, καὶ διαβουλευομένοις αὐτοῖς ἀκμὴν τοῦ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">περὶ τοῦ</foreign>?</note> πέμπειν τὴν εἰς <milestone unit="tlnum" n="5"/>Λακεδαίμονα βοήθειαν, εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη. τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν <milestone unit="tlnum" n="10"/> ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν <milestone unit="stephpage" xml:id="stephpage-346e" n="346e"/>Μαντινικήν, οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν· <milestone unit="tlnum" n="15"/> ὡς δέ τις αὐτῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πλείστοις</foreign>] <foreign xml:lang="grc">ὁπλίταις</foreign> W</note> οἱ δʼ ἱππεῖς διασκευασάμενοι <milestone unit="tlnum" n="20"/> καὶ προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αφείλοντο τὴν μ. τοῦ Ἐπαμεινωνδου</foreign> an <foreign xml:lang="grc">τοῦ Ἐ. τὴν Μαντίνειαν ἀφείλοντο</foreign>?</note> Μαντίνειαν. τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-346f" n="346f"/> σύρρηγμα <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σύρρηγμα</foreign> M: <foreign xml:lang="grc">σύγγραμμα</foreign> </note> καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῷ ζωγράφῳ</foreign> W: <foreign xml:lang="grc">τὴν ζωγράφου</foreign> </note> <pb xml:id="v.2.p.459"/> κρίσιν προθείητε <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προθείητε</foreign> W: <foreign xml:lang="grc">προσθείητε</foreign> </note> πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας. </p></div></div></body></text></TEI>