πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, προσαγορεύει] προσαγορεύων all MSS. except E. τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ ταὐτὰ Wyttenbach: ταῦτα . δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ δʼ οὗν δ᾽οὖν Helmbold: γοῦν . Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν αὐτὴν Reiske from Thucydides, iv. 10: αὐτῆς . τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν ἀποβάθραν Bernardakis from Thucydides, iv. 12: βάθραν . καὶ τραυματιζόμενος καὶ λιποφυχῶν λιποψυχῶν Dübner (as in Thucydides, iv. 12): λειποψυχῶν . καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον ἄληκτον F.C.B.: πολὺν τὸν Thucydides, vii. 71: ἄπλετον S.A. Naber: θαυμαστον H. Richards: ἄλαστον . ἀγῶνα καὶ ξύντασιν ξύντασιν Reiske: σύνταξιν . τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, καὶ added by F.C.B. διὰ τὸ ἀκρίτως διὰ τὸ ἀκρίτως added from Thucydides, vii. 71: ὡς . συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων συναπονεύων Madvig, adapted from συναπονεύοντες ibid. : συμπνέων τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν. ἐστιν aded by F.C.B. ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς Ἐροιεύς Xylander: Ἐροιάδης Kirchner, Prosopogr. Attica; Ἐρχιεύς Wilamowitz-Möllendorff: ἐρωεύς . · οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις ὅπλοις Leonicus: ὁπλίταις . θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, πρώτων] πρυτάνεων Cobet. τοσοῦτο μόνον εἰπεῖν, χαίρετε· νικῶμεν , νικῶμεν Cobet, from Lucian, Pro lapsu inter salutandum ,3: καὶ χαίρομεν . εἶτʼ εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος Κυνέγειρος Bernardakis and van Herwerden: κυναίγειρος . ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν; ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι. ἀποστεῖλαι Xylander: ἀπέστειλαν . In the Life of Agesilaüs , chap. xxxiii., ἄλλο δ᾽οὐδέν is added at the end. μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις added by Madvig; Pohlenz would add ἀλλ᾽αὖτοὶ γίνονται διὰ τὰς πράξεις . καὶ ἀκοῆς ἀξιοῦνται. καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τῷ added by Reiske and Wyttenbach. τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη ἴσκε ἴσκε Homer, Od. xix. 203: ἴσχε or ἔσχε . ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας; τὸν δὲ ἀποκρίνασθαι, νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι, ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ Bernardakis would omit καὶ / μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας γλώσσας Meziriacus: γλῶσσαι , γλῶσσα , or γλῶσσαν . δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις μεταφράσεις] μεταφορὰς Michael. καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα. ὑποτιθέντα Pohlenz: ὑποτίθεται . σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ πάνυ] πάντολμον Lucian ( Demosth. Encom. c. 19). σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν ibid .: ἡττᾶν . . δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες. Ἐπικῆς ἐπικῆς Reiske: τῆς . μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς. ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος σὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσθηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δʼ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν ἣν Stephanus: ἧν . ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· ὁ δʼ ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἄκραν] ἀκρόπολιν Cobet. ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.