Xylander was the first to suggest a lacuna at the beginning. Ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γάρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Τολμίδαν Xylander: Τολμίαν . Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ Λέσβῳ F.C.B.: Λέσβον . Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον Ἀρχῖνον Taylor, from 835 F: ἄρχιππον . καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται. Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Κλειτόδημοι Wyttenbach: κλεινόδημοι . Δίυλλοι Φιλόχορος Φύλαρχος, Φιλόχοροι Φῦλαρχοι F.C.B. ( Φύλαρχος Reiske): φιλόχορος φίλαρχος ἀλλοτρίων γεγόνασιν ἔργων ἔργων Aldine ed., confirmed by one MS.: ἐρώτων . ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ. πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται. καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος Πάναινος O. Müller: Πλεισταίνετος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι πεποίκιλται καί τι F.C.B.: πεποίηται καί τι . προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς ἀφυῶς Reiske: ἀφυῶς τις . δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ. γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ ἀπὸ] ὑπὸ Abresch. τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο· μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας ταχείας F.C.B.: ταχέως Wyttenbach: διὰ τάχους may also be read, and the MS. reading τάχος (often found in poetry) may be right after all. πρὸς τὴν πόλιν γενομένης, ὕπειξε ὑπεῖξε Willamowitz-Möllendorff: ὑπέδειξε . μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν τὴν Reiske: εἰς τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ διαβουλευμένοις καὶ Helmbold: καὶ διαβουλευμένοις (-ος) . αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ καὶ added by Helmbold, after Pohlenz. εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν ὡς δέ τις ἀστῶν ἀστῶν F.C.B.: αὐτῶν . ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις πλείστοις] ὁπλίταις Wyttenbach. · οἱ δʼ ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες, προεξελάσαντες Reiske: προςεξελάσαντες . ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν. τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα σύρρηγμα Meziriacus: σύγγραμμα . καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν . ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ τῷ ζῳγράφῳ Wyttenbach: τὴν ζωγράφου . κρίσιν προθείητε προθείητε Wyttenbach: προσθείητε . πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας. πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, προσαγορεύει] προσαγορεύων all MSS. except E. τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ ταὐτὰ Wyttenbach: ταῦτα . δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ δʼ οὗν δ᾽οὖν Helmbold: γοῦν . Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν αὐτὴν Reiske from Thucydides, iv. 10: αὐτῆς . τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν ἀποβάθραν Bernardakis from Thucydides, iv. 12: βάθραν . καὶ τραυματιζόμενος καὶ λιποφυχῶν λιποψυχῶν Dübner (as in Thucydides, iv. 12): λειποψυχῶν . καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον ἄληκτον F.C.B.: πολὺν τὸν Thucydides, vii. 71: ἄπλετον S.A. Naber: θαυμαστον H. Richards: ἄλαστον . ἀγῶνα καὶ ξύντασιν ξύντασιν Reiske: σύνταξιν . τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, καὶ added by F.C.B. διὰ τὸ ἀκρίτως διὰ τὸ ἀκρίτως added from Thucydides, vii. 71: ὡς . συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων συναπονεύων Madvig, adapted from συναπονεύοντες ibid. : συμπνέων τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν. ἐστιν aded by F.C.B. ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς Ἐροιεύς Xylander: Ἐροιάδης Kirchner, Prosopogr. Attica; Ἐρχιεύς Wilamowitz-Möllendorff: ἐρωεύς . · οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις ὅπλοις Leonicus: ὁπλίταις . θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, πρώτων] πρυτάνεων Cobet. τοσοῦτο μόνον εἰπεῖν, χαίρετε· νικῶμεν , νικῶμεν Cobet, from Lucian, Pro lapsu inter salutandum ,3: καὶ χαίρομεν . εἶτʼ εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος Κυνέγειρος Bernardakis and van Herwerden: κυναίγειρος . ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν; ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι. ἀποστεῖλαι Xylander: ἀπέστειλαν . In the Life of Agesilaüs , chap. xxxiii., ἄλλο δ᾽οὐδέν is added at the end. μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις added by Madvig; Pohlenz would add ἀλλ᾽αὖτοὶ γίνονται διὰ τὰς πράξεις . καὶ ἀκοῆς ἀξιοῦνται. καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τῷ added by Reiske and Wyttenbach. τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη ἴσκε ἴσκε Homer, Od. xix. 203: ἴσχε or ἔσχε . ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας; τὸν δὲ ἀποκρίνασθαι, νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι, ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ Bernardakis would omit καὶ / μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας γλώσσας Meziriacus: γλῶσσαι , γλῶσσα , or γλῶσσαν . δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις μεταφράσεις] μεταφορὰς Michael. καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα. ὑποτιθέντα Pohlenz: ὑποτίθεται . σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ πάνυ] πάντολμον Lucian ( Demosth. Encom. c. 19). σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν ibid .: ἡττᾶν . . δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες. Ἐπικῆς ἐπικῆς Reiske: τῆς . μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς. ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος σὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσθηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δʼ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν ἣν Stephanus: ἧν . ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· ὁ δʼ ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἄκραν] ἀκρόπολιν Cobet. ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.