οὗτος ὁ τῆς Τύχης λόγος ἐστίν, ἴδιον καὶ μόνης αὑτῆς αὑτῆς Abreschius: αὐτῆς ἔργον ἀποφαινομένης Ἀλέξανδρον. δεῖ δʼ ἀντειπεῖν ὑπὲρ φιλοσοφίας, μᾶλλον δʼ ὑπὲρ Ἀλεξάνδρου δυσχεραίνοντος καὶ ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὢνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν, Hom. I 325 ἤματα δʼ αἱματόεντα διέπρησσεν πολεμίζων πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραταττόμενος. παραταττόμενος R: παραπεμπόμενος οἶμαι δʼ ἂν αὐτὸν εἰπεῖν πρὸς τὴν Τύχην τοῖς κατορθώμασιν αὑτὴν ἐπιγράφουσαν μή μου διάβαλλε τὴν ἀρετὴν μηδʼ ἀφαιροῦ περισπῶσα τὴν δόξαν. Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας· καὶ Σαρδανάπαλος, ᾧ τὸ διάδημα τῆς βασιλείας πορφύραν ξαίνοντι περιέθηκας. ἐγὼ δʼ εἰς Σοῦσα νικῶν διʼ Ἀρβήλων ἀναβέβηκα, καὶ Κιλικία μοι πλατεῖαν ἀνέῳξεν Αἴγυπτον, Κιλικίαν δὲ Γράνικος, ὃν Μιθριδάτῃ καὶ Σπιθριδάτῃ νεκροῖς ἐπιβὰς διεπέρασα. κόσμει σεαυτὴν καὶ σεμνύνου βασιλεῦσιν ἀτρώτοις καὶ ἀναιμάκτοις· ἐκεῖνοι γὰρ εὐτυχεῖς ἦσαν, Ὦχοι καὶ Ἀρτοξέρξαι, Ἀρτοξέρξαι *: ἀρταξέρξαι οὓς εὐθὺς ἐκ γενετῆς τῷ Κύρου θρόνῳ τοῖς jύρου θρόνοις ? cf. p. 318 b ἐνίδρυσας. τοὐμὸν δὲ σῶμα πολλὰ σύμβολα φέρει Τύχης ἀνταγωνιζομένης οὐ συμμαχούσης. πρῶτον ἐν Ἰλλυριοῖς λίθῳ τὴν κεφαλὴν ὑπέρῳ δὲ τὸν τράχηλον ἠλοήθην· ἔπειτα περὶ Γράνικον τὴν κεφαλὴν βαρβαρικῇ μαχαίρᾳ διεκόπην, ἐν δʼ Ἰσσῷ ξίφει τὸν μηρόν· πρὸς δὲ Γάξῃ τὸ μὲν σφυρὸν ἐτοξεύθην, τὸν δʼ ὦμον ἐκπεσὼν βαρὺς ἐξ ἕδρας περιεδίνησα· ἐκπεσὼν - περιεδίνησα ] corrupta πρὸς δὲ Μαρακανδάνοις Μαρακανδάνοις R: μαρκάνδαν τοῖς τοξεύμασι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην· τὰ λοιπὰ δʼ Ἰνδῶν πληγαὶ καὶ βίαι θυμῶν· θυμῶν ] θηρίων Herwerdenus ἐν Ἀσπασίοις Ἀσπασίοις Car. Schmidtius: ἅπασιν οἷς ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος· ἐν δὲ Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρου δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν ἐμὲ δʼ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς , ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον· εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.