ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς γοῦν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καὶ τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην τὴν μὲν Τύχην - τὴν δ’ Ἀρετὴν Huttenus: ἀρετῆς μὲν - τὴν δὲ τύχην ὑποβολὰς ὑποβολὰς M: ὑπερβολὰς κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἱδρυσαμένων ἰδρυσαμένων Emperius: ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μιχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος· οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ὥσπερ ὁ Ἄρης θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. τοῦτο δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου ἠφανίσθαι, νόνναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου ζητοῦντος ζητοῦντος R: αἰτοῦντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι· ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσβλύζουσα προσκλίνουσα Abreschius καὶ περισκιαζομένη χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων ἀπολωλότων, αὐτὴ αὐτὴ ] αὐτῇ W ut cum ἀπολωλότων iungatur χρῄζουσα κουφισμοῦ, περιέστειξε περιέστειξε *: περιέστηξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα στόμα ] τὸ στόμα ? τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτὸν ὀκλάσασα τοῖς βρέφεσι παρέσχε· μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις καὶ ἀγνοηθῆναι Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα καὶ σόφισμα φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνώρισμα γνώρισμα Aldina: γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους, ῥηθεὶς πρός τινας τῶν ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ ἡσυχίας τὴν οὖν ἑορτὴν εἰπεῖν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; κἀμοῦ τοίνυν ἔφη μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτὴν ἀλλʼ ὁρᾷς πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγορὰ καὶ ἀρχεῖα βοτηρικαὶ βοτηρικαὶ *: βοτῆραι καὶ καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν, Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων ἀρχὴ μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ ἡ Τύχη παρέσχε, σῴσασα καὶ φυλάξασα τὸν κτίστην· ἡ μὲν γὰρ Ἀρετὴ μέγαν ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι μέγαν ἐτήρησε,