<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστός, ἄρξας δὲ τέσσαρα καὶ πεντήκοντα 
<milestone n="25" unit="tlnum"/> ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι 
<milestone n="319e" unit="stephpage" xml:id="stephpage-319e"/> τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ <pb xml:id="v.2.p.392"/> τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάσσᾳ καὶ Ἱρτίῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰρτίῳ</foreign> * hic et infra: <foreign xml:lang="grc">ἰρτίῳ</foreign> </note> καὶ Μάρκῳ Ἀντωνίῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μάρκῳ Αντωνίῳ</foreign> Basileensis: <foreign xml:lang="grc">ἀντωνίῳ καὶ μάρκῳ</foreign>. Vid. Praefatio p. XXXIX</note>, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις 
<milestone n="5" unit="tlnum"/> καὶ στόλοις καὶ πολέμοις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πολέμοις</foreign>] om. mei codd.</note> καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάσσας 
<milestone n="319f" unit="stephpage" xml:id="stephpage-319f"/> ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ 
<milestone n="10" unit="tlnum"/> γὰρ καὶ Κλεοπάτραν αὐτὴν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὴν</foreign> *: <foreign xml:lang="grc">τὴν</foreign> </note> τύχην Καίσαρος τίθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ. λέγεται δέ, πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης, πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ 
<milestone n="15" unit="tlnum"/> νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον 
<milestone n="320a" unit="stephpage" xml:id="stephpage-320a"/> πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, <q>ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; 
<milestone n="20" unit="tlnum"/> φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν. </q> 
<milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>