τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστός, ἄρξας δὲ τέσσαρα καὶ πεντήκοντα ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάσσᾳ καὶ Ἱρτίῳ Ἰρτίῳ * hic et infra: ἰρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ Μάρκῳ Αντωνίῳ Basileensis: ἀντωνίῳ καὶ μάρκῳ . Vid. Praefatio p. XXXIX , ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ πολέμοις ] om. mei codd. καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάσσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν αὐτὴν αὐτὴν *: τὴν τύχην Καίσαρος τίθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ. λέγεται δέ, πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης, πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.