<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ δὲ Γαϊου Καίσαρος - ἐμαρτύρησεν</foreign>] delet Bruhnius</note> ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήρθη πρὸ μιᾶς ἡμέρας νοννῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νοννῶν</foreign> *: <foreign xml:lang="grc">νόννων</foreign> </note> Ἰανουαρίων, <pb xml:id="v.2.p.391"/> χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης· εὑρὼν 
<milestone n="319c" unit="stephpage" xml:id="stephpage-319c"/> δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάσσῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον 
<milestone n="5" unit="tlnum"/> αὐτὸς ὀλιγοστὸς ὤν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ ποταμοῦ</foreign>] seclusit Duebnerus, sed cf. Appian. 2, 56. 57</note> γενομένης 
<milestone n="10" unit="tlnum"/> ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς τὸ ἱμάτιον, καὶ ἀναδείξας ἑαυτὸν <q>ἴθι</q> ἔφη <q>γενναῖε, τόλμα καὶ δέδιθι μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα 
<milestone n="15" unit="tlnum"/> φέρεις καὶ τὴν Καίσαρος Τύχην</q> οὕτως ἐπέπειστο 
<milestone n="319d" unit="stephpage" xml:id="stephpage-319d"/> τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν· ᾗ ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάσσῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις· τὸ δὲ 
<milestone n="20" unit="tlnum"/> τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ. </p></div></div></body></text></TEI>